This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ταῦτα μὲν οὖν τῇδε. βασιλεῖ τῷδε εἶχε. πρὸς
δὲ τοῦ τῶν πραιτωρίων ἐπάρχου ἀνὰ πᾶν ἔτος πλέον
ἢ τριάκοντα κεντηνάρια πρὸς τοῖς δημοσίοις ἐπράσσετο
φόροις.
[2]
οἷς δὴ ὄνομα τὸ ἀερικὸν ἐπιτέθεικεν,
ἐκεῖνο, οἶμαι, παραδηλῶν, ὅτι δὴ οὐ τεταγμένη τις
οὐδὲ ξυνειθισμένη οὖσα ἡ φορὰ ἐτύγχανεν αὕτη, ἀλλὰ
τύχῃ τινὶ ὥσπερ ἐξ ἀέρος ἀεὶ αὐτὴν φερομένην ἐλάμβανε,
[p. 129]
δέον τῆς πονηρίας τῆς αὐτοῦ ταῦτα ἐπικαλεῖν
ἔργα.
[3]
ὧν δὴ τῷ ὀνόματι οἱ ἐπὶ τῆς ἀρχῆς τεταγμένοι
ἀδεέστερον ἀεὶ ταῖς ἐς τοὺς κατηκόους λῃστείαις
ἐχρῶντο.
[4]
καὶ ταῦτα μὲν τῷ αὐτοκράτορι ἀποφέρειν
ἠξίουν, αὐτοὶ δὲ πλοῦτον βασιλικὸν περιεβάλλοντο
οὐδενὶ πόνῳ.
[5]
ὧνπερ Ἰουστινιανὸς ἐπιστροφὴν οὐδεμίαν
ἐδικαίου ποιεῖσθαι, καιροφυλακῶν ὅπως, ἐπειδὰν
τάχιστα πλούτου τι μέγα περιβάλωνται χρῆμα, ἔγκλημα
ὅ τι δὴ αὐτοῖς ἐπενεγκὼν ἀπροφάσιστον ἀθρόον αὐτοῖς
ἀφαιρεῖσθαι τὴν οὐσίαν ἱκανὸς εἴη. ὅπερ καὶ Ἰωάννην
τὸν Καππαδόκην εἰργάσατο.
[6]
ἅπαντες οὖν ἀμέλει ὅσοι
τῆς τιμῆς ὑπὸ τὸν χρόνον τοῦτον ἐλαμβάνοντο πλούσιοι
ἐξαπιναίως οὐδενὶ γεγένηνται μέτρῳ, δυοῖν μέντοι
χωρὶς, Φωκᾶ τε, οὗπερ ἐν τοῖς ἔμπροσθεν λόγοις
ἐμνήσθην ἅτε τοῦ δικαίου ἐς τὸ ἀκρότατον ἐπιμελητοῦ
γεγονότος: κέρδους γὰρ ὁτουοῦν οὗτος ὁ ἀνὴρ ἐν τῷ
ἀξιώματι καθαρὸς ἔμεινε, καὶ Βάσσου, ὃς δὴ ἐν χρόνῳ
τῷ ὑστέρῳ τὴν ἀρχὴν ἔλαβεν.
[7]
ὧνπερ οὐδέτερος ἐνιαυτὸν
διασώσασθαι τὴν τιμὴν ἔσχεν, ἀλλ̓ ἅτε ἀχρεῖοί
τε καὶ τοῦ καιροῦ τὸ παράπαν ἀλλόκοτοι μηνῶν που
ὀλίγων τοῦ ἀξιώματος ἔξω γεγένηνται.
[8]
ἵνα δὲ μὴ τὸ
καθ̓ ἕκαστόν μοι διηγουμένῳ ἀτελεύτητος ὁ λόγος εἴη,
[p. 130]
ταῦτα κἀν ταῖς ἄλλαις ἐπράσσετο ταῖς ἐν Βυζαντίῳ ἀρχαῖς.
[9]
Πανταχόθι μέντοι τῆς Ῥωμαίων ἀρχῆς ὁ Ἰουστινιανὸς
ἐποίει τάδε. τοὺς πονηροτάτους τῶν ἀνθρώπων
ἀπολεξάμενος διεφθάρθαι ἀπεδίδοτο τὰς ἀρχὰς σφίσι
χρημάτων μεγάλων.
[10]
σώφρονι γὰρ ἀνδρὶ ἢ ξυνέσεως
ὁπωστιοῦν μεταλαχόντι ἔννοια οὐδεμία ἐγένετο χρήματα
οἰκεῖα προΐεσθαι, ἐφ̓ ᾧ δὴ τοὺς οὐδὲν ἠδικηκότας
ληΐζηται.
[11]
τοῦτό τε τὸ χρυσίον πρὸς τῶν
ξυμβαλλόντων κεκομισμένος ἐς τὴν ἐξουσίαν αὐτοὺς
ἐνεβίβαζε τοῦ τοὺς κατηκόους πάντα ἐργάζεσθαι.
[12]
ἀφ̓
ὧν ἔμελλον τὰς χώρας αὐτοῖς ἀνθρώποις ἀπολοῦντες
ἁπάσας πλούσιοι τὸ λοιπὸν ἔσεσθαι αὐτοί.
[13]
οἱ δὲ τὰς
τῶν πόλεων τιμὰς ἐπὶ τόκοις ἁδροῖς τισιν ἀπὸ τῆς
τραπέζης δεδανεισμένοι καὶ τῷ ἀποδεδομένῳ ἀπαριθμήσαντες,
ἐπειδὴ ἐγίνοντο ἐν ταῖς πόλεσι, πᾶσαν κακοῦ
ἰδέαν ἐς τοὺς ἀρχομένους ἀεὶ ἐνδεικνύμενοι οὐκ ἄλλου
του ἐν ἐπιμελείᾳ καθίσταντο ἢ ὅπως τοῖς χρήσταις
τὰ ὡμολογημένα τελέσειαν καὶ αὐτοὶ τὸ λοιπὸν ἐν
τοῖς πλουσιωτάτοις τετάξονται, οὐκ ἔχοντος αὐτοῖς
κίνδυνόν τινα ἢ ὕβριν τοῦ ἔργου, φέροντος δέ τι καὶ
δόξης μᾶλλον, ὅσῳ καὶ πλείους τῶν σφίσι παραπεπτωκότων
οὐδενὶ λόγῳ ἀποκτείναντες ληΐζεσθαι ἴσχυον.
[14]
τὸ γὰρ τοῦ φονέως τε καὶ λῃστοῦ ὄνομα ἐς τὸ τοῦ
δραστηρίου αὐτοῖς ἀποκεκρίσθαι ξυνέβαινεν.
[15]
ὅσους
[p. 131]
μέντοι τῶν ἐχόντων ἀρχὰς ᾔσθετο πλούτῳ ἀκμάζοντας,
τούτους δὴ σκήψεσι σαγηνεύσας εὐθὺς ἅπαντα συλλήβδην
ἀφῃρεῖτο τὰ χρήματα.
[16]
Μετὰ δὲ νόμον τοὺς τὰς ἀρχὰς ἔγραψε μετιόντας
ὀμνύναι ἦ μὴν καθαροὺς ἀπὸ πάσης κλοπῆς σφᾶς
αὐτοὺς ἔσεσθαι, καὶ μήτε τι δώσειν τῆς ἀρχῆς ἕνεκα
[17]
μήτε λήψεσθαι. ἀράς τε πάσας ἐπέβαλεν, ὅσαι πρὸς
τῶν παλαιοτάτων ὠνομασμέναι εἰσὶν, ἤν τις τῶν γεγραμμένων
ἐκβαίη.
[18]
ἀλλὰ τοῦ νόμου τεθέντος οὔπω
ἐνιαυτὸν αὐτὸς μὲν τῶν γεγραμμένων καὶ κατηραμένων
ὀλιγωρήσας, καὶ τῆς ὑπὲρ τούτων αἰσχύνης ἀδεέστερον
τὰ τιμήματα τῶν ἀρχῶν οὐκ ἐν παραβύστῳ, ἀλλ̓ ἐς
τὸ δημόσιον τῆς ἀγορᾶς ἔπραττεν.
[19]
οἱ δὲ τὰς ἀρχὰς
ὠνημένοι διώμοτοι μᾶλλον ἢ πρότερον πάντα ἐσύλων.
[20]
Ὕστερον δὲ καὶ ἄλλο τι ἐπετεχνήσατο ἀκοῆς κρεῖσσον.
τῶν ἀρχῶν, ἅσπερ ἀξιωτάτας ἔν τε Βυζαντίῳ
καὶ πόλεσι ταῖς ἄλλαις ᾤετο εἶναι, οὐκέτι ἀπεμπολεῖν
ἔγνω ᾗπερ τὰ πρότερα, μισθωτοὺς δὲ διερευνώμενος
ἐχειροτόνει, τάξας αὐτοῖς ὅ τι δὴ μισθαρνοῦντας ἀποφέρειν
αὐτῷ τὰ φώρια πάντα.
[21]
οἱ δὲ τὴν μίσθωσιν
κεκομισμένοι ἀδεέστερον ξυμφορήσαντες ἐκ πάσης γῆς
ἅπαντα ἔφερον καὶ περιήρχετο μισθοφόρος ἐξουσία
τῷ τῆς ἀρχῆς ὀνόματι καταληϊζομένη τοὺς ὑπηκόους.
[22]
οὕτως ὁ βασιλεὺς ἀκριβολογούμενος τὸν ἅπαντα χρόνον
[p. 132]
ἐκείνους ἐφίστη τοῖς πράγμασιν οἳ δὴ πάντων
κατὰ τὸν ἀληθῆ λόγον μιαρώτατοι ἦσαν, ἀεί τε τὸ
[23]
κακὸν τοῦτο ἰχνηλατῶν κατετύγχανεν. ἡνίκα οὖν ἀμέλει
τοὺς πρώτους πονηροὺς ἐπὶ τῆς ἀρχῆς κατεστήσατο ἐς
φῶς τε αὐτῶν ἡ τῆς δυνάμεως ἐξουσία τὴν κακοτροπίαν
ἐξήνεγκεν, ἐθαυμάζομέν γε ὅπως δὴ κακότητα
τοσαύτην ἀνθρώπου φύσις ἐχώρησεν.
[24]
ἐπεὶ δὲ αὐτοὺς
οἱ χρόνῳ τῳ ἀρχὰς ἐκδεξάμενοι πολλῷ τῷ περιόντι
παρελᾶν ἴσχυσαν, διηποροῦντο πρὸς ἀλλήλους οἱ
ἄνθρωποι ὅντινα τρόπον οἱ πρόσθεν πονηρότατοι
δόξαντες τοσούτῳ παραλόγῳ ἅτε αὐτοὶ καλοὶ καὶ
ἀγαθοὶ γεγονότες ἐν τοῖς σφετέροις ἐπιτηδεύμασι, πρὸς
τῶν ἐπιγενομένων ἡσσήθησαν, αὖθίς τε οἱ τρίτοι τοὺς
δευτέρους ὑπερηκόντισαν πονηρίᾳ τῇ πάσῃ, καὶ μετ̓
ἐκείνους ἕτεροι τοῖς τῶν ἐγκλημάτων καινοτομήμασιν
ὄνομα χρηστὸν τοῖς φθάσασι προσετρίψαντο.
[25]
μηκυνομένου
τε τοῦ κακοῦ πᾶσιν ἐκμεμαθηκέναι τῷ ἔργῳ
ξυνέβη ὅτι δὴ τοῖς ἀνθρώποις ἐπ̓ ἄπειρον μὲν ἡ πονηρία
φύεσθαι εἴωθε, μαθήσει δὲ τῶν προγεγενημένων
ἐκτρεφομένη καὶ τῇ τῆς παρρησίας ἐξουσίᾳ ἐς
τὸ λυμαίνεσθαι τοῖς παραπίπτουσιν ἐξαγομένη ἐς τοσόνδε
ἀεὶ ἐξικνεῖσθαι δοκεῖ ἐς ὅσον δύναται ἡ τῶν
βλαπτομένων σταθμᾶσθαι δόξα.
[26]
Ῥωμαίοις μὲν οὖν τά γε ἀμφὶ τοῖς ἄρχουσι ταύτῃ
πη εἶχε. Πολλάκις δὲ καὶ Οὔννων πολεμίων στρατῷ
ἀνδραποδίσασί τε καὶ ληϊσαμένοις τὴν Ῥωμαίων ἀρχὴν
[p. 133]
οἱ Θρᾳκῶν τε καὶ Ἰλλυριῶν στρατηγοὶ βεβουλευμένοι
ἀναχωροῦσιν ἐπιθήσεσθαι ἀπεπήδησαν, ἐπεὶ βασιλέως
Ἰουστινιανοῦ γράμματα εἶδον, ἀπεροῦντα σφίσι τὴν
ἐς τοὺς βαρβάρους ἐπίθεσιν, ἀναγκαίων αὐτῶν ἐς
ξυμμαχίαν Ῥωμαίοις ὄντων ἐπὶ Γότθους ἴσως ἢ ἐπὶ
ἄλλους πολεμίων τινάς.
[27]
καὶ ἀπ̓ αὐτοῦ οἱ βάρβαροι
οὗτοι ἐληΐζοντο μὲν ὡς πολέμιοι καὶ ἠνδραποδίζοντο
τοὺς τῇδε Ῥωμαίους, ξὺν δὲ τῇ ἄλλῃ λείᾳ καὶ τοῖς
αἰχμαλώτοις ἅτε φίλοι καὶ ξύμμαχοι Ῥωμαίοις ὄντες
ἐπ̓ οἴκου ἀπεκομίζοντο.
[28]
πολλάκις δὲ καὶ γεωργῶν
τῶν ἐνταῦθά τινες, παίδων τε σφετέρων καὶ γυναικῶν
πόθῳ ἐξηνδραποδισμένων ἠγμένοι, ἀθρόοι τε γεγενημένοι
ἀναχωροῦσι πολλοὺς ἐτύγχανον κτείναντες,
καὶ αὐτῶν τοὺς ἵππους ἴσχυσαν ξὺν πάσῃ ἀφελέσθαι
τῇ λείᾳ, πραγμάτων μέντοι ἐς πεῖραν ἦλθον ἐνθένδε
δυσκόλων.
[29]
ἐκ Βυζαντίου γάρ τινες ἐσταλμένοι αἰκίζεσθαί
τε αὐτῶν καὶ λωβᾶσθαι τὰ σώματα καὶ χρήμασι
ζημιοῦν οὐδεμιᾷ ὀκνήσει ἠξίουν, ἕως τοὺς ἵππους
ἅπαντας δοῖεν οὕσπερ τοὺς βαρβάρους ἀφείλοντο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.