Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὕστερον καὶ τῶν ἐν Παλατίῳ
φυλάκων τινὲς ἀνὰ πᾶσαν στελλόμενοι τὴν Ῥωμαίων
ἀρχὴν διηρευνῶντο δῆθεν τῷ λόγῳ ἐν τοῖς καταλόγοις
τοὺς ἐς τὸ στρατεύεσθαι ἐπιτηδείους ὄντας ὡς
ἥκιστα, καὶ αὐτῶν τινὰς μὲν ἅτε ἀχρείους ὄντας ἢ
γεγηρακότας ἀφαιρεῖσθαι τὰς ζώνας ἐτόλμων, οἵπερ τὸ
λοιπὸν ἐκ τῶν εὐσεβούντων ἐν τῷ δημοσίῳ τῆς ἀγορᾶς
προσαιτοῦντες τροφὴν δακρύων τε καὶ ὀλοφύρσεως
ἀεὶ προφάσεις τοῖς ἐντυγχάνουσιν ἐγίνοντο πᾶσι, τοὺς
δὲ λοιποὺς, ὅπως δὴ μὴ ταὐτὰ καὶ αὐτοὶ πείσωνται,
χρήματα μεγάλα ἐπράττοντο, ὥστε πάντων τοὺς στρατιώτας
ἅτε τρόποις ἐκνενευρισμένους πολλοῖς πτωχοτέρους
τε γεγονέναι καὶ οὐδαμῆ ἐς τὸ πολεμεῖν προθυμεῖσθαι
ξυνέβη.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.