Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
ἐπεὶ δὲ ὁ Τριβωνιανὸς
ἐξ ἀνθρώπων ἠφάνιστο, μοῖραν μὲν αὐτοῦ τῆς
οὐσίας ἀφείλετο, καίτοι παιδός τέ οἱ ἀπολελειμμένου
καὶ πλήθους ἐκγόνων, ἐπεὶ ἐπεγένετο τῷ ἀνθρώπῳ
ἡ τέλειος ἡμέρα τοῦ βίου, Ἰούνιλον δὲ Λίβυν γένος
ἐπὶ τῆς τιμῆς κατεστήσατο ταύτης, νόμου μὲν οὐδὲ
ὅσον ἀκοὴν ἔχοντα, ἐπεὶ οὐδὲ τῶν ῥητόρων τις ἦν,
γράμματα δὲ Λατῖνα μὲν ἐξεπιστάμενον, Ἑλληνικῶν
μέντοι ἕνεκα οὐδὲ πεφοιτηκότα πρὸς γραμματιστοῦ
πώποτε, οὐδὲ τὴν γλῶσσαν αὐτὴν ἑλληνίζειν δυνάμενον
῾πολλάκις ἀμέλει φωνὴν Ἑλληνίδα προθυμηθεὶς
ἀφεῖναι πρὸς τῶν ὑπηρετούντων γέλωτα ὦφλεν̓, ἐς
δὲ τὴν αἰσχροκέρδειαν δαιμονίως ἐσπουδακότα, ὅς γε
γράμματα μὲν τὰ βασιλέως ἐν δημοσίῳ ἀπεμπολῶν ὡς
ἥκιστα κατεδύετο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.