Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[24]
τουτὶ τὸ ψήφισμα ὃ ἠκούσατε ψηφισάμενοί μοι, ὦ Ἀθηναῖοι, ὕστερον ἀφείλεσθε χάριν ἑτέρῳ φέροντες. πείθεσθε οὖν μοι, καὶ ἤδη παύσασθε εἴ τῳ ὑμῶν διάβολόν τι ἐν τῇ γνώμῃ περὶ ἐμοῦ παρέστηκεν. εἰ γὰρ ὅσα οἱ ἄνθρωποι γνώμῃ ἁμαρτάνουσι, τὸ σῶμα αὐτῶν μὴ αἴτιόν ἐστιν, ἐμοῦ1 τὸ μὲν σῶμα τυγχάνει ταὐτὸν ἔτι ὄν,2 ὅπερ τῆς αἰτίας ἀπήλλακται, ἡ δὲ γνώμη ἀντὶ τῆς προτέρας ἑτέρα νυνὶ παρέστηκεν. οὐδὲν οὖν ἔτι ὑπολείπεται ὅτῳ ἄν μοι δικαίως διαβεβλῇσθε.3
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.