This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[27]
οὕτω δέ τοι καὶ ἐλεεῖν ἐπὶ τοῖς ἀκουσίοις παθήμασι μᾶλλον προσήκει ἢ τοῖς ἑκουσίοις καὶ ἐκ προνοίας ἀδικήμασι καὶ ἁμαρτήμασι. καὶ ὥσπερ ἐκεῖνον αὕτη1 οὔτε θεοὺς οὔθ᾽ ἥρωας οὔτ᾽ ἀνθρώπους αἰσχυνθεῖσα οὐδὲ2 δείσασ᾽ ἀπώλεσεν, οὕτω καὶ αὐτὴ ὑφ᾽ ὑμῶν καὶ τοῦ δικαίου ἀπολομένη, καὶ μὴ τυχοῦσα μήτ᾽ αἰδοῦς μήτ᾽ ἐλέου μήτ᾽ αἰσχύνης μηδεμιᾶς παρ᾽ ὑμῶν, τῆς δικαιοτάτης ἂν τύχοι τιμωρίας.