Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3] καὶ ἐμὲ ὡς δεινὸν μὲν παγχάλεπόν φασιν ἐλέγχεσθαι εἶναι, ὡς δ᾽ ἠλίθιον ἐξ αὐτῶν ὧν ἔπραξα φανερὸν εἶναι ἐργασάμενον τὸ ἔργον. εἰ γὰρ νῦν διὰ τῆς ἔχθρας τὸ μέγεθος εἰκότως ὑφ᾽ ὑμῶν καταδοκοῦμαι, πρὶν ἐργάσασθαι εἰκότερον ἦν προειδότα1 τὴν νῦν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν,2 καὶ τῶν ἄλλων εἴ τινα ἔγνων ἐπιβουλεύοντα αὐτῷ, διακωλύειν μᾶλλον ἢ αὐτὸν ἐργασάμενον εἰς ἑκουσίους καὶ προδήλους ὑποψίας ἐμπεσεῖν: ἔκ τε γὰρ αὐτοῦ τοῦ ἔργου φανερὸς γενόμενος ἀπωλλύμην, λαθών τε σαφῶς ᾔδη τήνδε τὴν ὑποψίαν εἰς ἐμὲ ἰοῦσαν.