Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[29]
ἐπειδὴ δὲ ἐγὼ μὲν φροῦδος ἦ πλέων εἰς τὴν Αἶνον, τὸ δὲ πλοῖον ἧκεν εἰς τὴν Μυτιλήνην ἐν ᾧ ἐγὼ καὶ ὁ1 Ἡρῴδης ἐπίνομεν,2 πρῶτον μὲν εἰσβάντες εἰς τὸ πλοῖον ἠρεύνων, καὶ ἐπειδὴ τὸ αἷμα3 ηὗρον, ἐνταῦθα ἔφασαν τεθνάναι τὸν ἄνδρα: ἐπειδὴ δὲ αὐτοῖς τοῦτο οὐκ ἐνεχώρει, ἀλλ᾽ ἐφαίνετο τῶν4 προβάτων ὂν αἷμα, ἀποτραπόμενοι τούτου τοῦ λόγου συλλαβόντες ἐβασάνιζον τοὺς ἀνθρώπους.