Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[57]
τίνος γε δὴ ἕνεκα τὸν ἄνδρα ἀπέκτεινα; οὐδὲ1 γὰρ ἔχθρα οὐδεμία ἦν ἐμοὶ κἀκείνῳ. λέγειν δὲ τολμῶσιν ὡς ἐγὼ χάριτι τὸν ἄνδρα ἔκτεινα. καὶ τίς πώποτε χαριζόμενος ἑτέρῳ τοῦτο εἰργάσατο; οἶμαι μὲν γὰρ οὐδένα, ἀλλὰ δεῖ μεγάλην τὴν ἔχθραν ὑπάρχειν τῷ τοῦτο μέλλοντι ποιήσειν, καὶ τὴν πρόνοιαν ἐκ πολλῶν2 εἶναι φανερὰν ἐπιβουλευομένην. ἐμοὶ δὲ κἀκείνῳ οὐκ ἦν ἔχθρα οὐδεμία.