previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

22.

περὶ δ᾽ ἐνθυμημάτων καθόλου τε εἴπωμεν τίνα τρόπον δεῖ ζητεῖν, καὶ μετὰ ταῦτα τοὺς τόπους: ἄλλο γὰρ εἶδος ἑκάτερον τούτων ἐστίν. [2] ὅτι μὲν οὖν τὸ ἐνθύμημα συλλογισμός ἐστιν, εἴρηται πρότερον, καὶ πῶς συλλογισμός, καὶ τί διαφέρει τῶν
διαλεκτικῶν: [3] οὔτε γὰρ πόρρωθεν οὔτε πάντα δεῖ λαμβάνοντας συνάγειν: τὸ μὲν γὰρ ἀσαφὲς διὰ τὸ μῆκος, τὸ δὲ ἀδολεσχία διὰ τὸ φανερὰ λέγειν. τοῦτο γὰρ αἴτιον καὶ τοῦ πιθανωτέρους εἶναι τοὺς ἀπαιδεύτους τῶν πεπαιδευμένων ἐν τοῖς ὄχλοις, ὥσπερ φασὶν οἱ ποιηταὶ τοὺς ἀπαιδεύτους παρ᾽ ὄχλῳ μουσικωτέρως
λέγειν: οἱ μὲν γὰρ τὰ κοινὰ καὶ καθόλου λέγουσιν, οἱ δ᾽ ἐξ ὧν ἴσασι, καὶ τὰ ἐγγύς: ὥστ᾽ οὐκ ἐξ ἁπάντων τῶν δοκούντων ἀλλ᾽ ἐκ τῶν ὡρισμένων λεκτέον, οἷον τοῖς κρίνουσιν οὓς ἀποδέχονται,
καὶ τοῦτο διότι οὕτως φαίνεται δῆλον εἶναι ἅπασιν τοῖς πλείστοις: καὶ μὴ μόνον συνάγειν ἐκ τῶν ἀναγκαίων, ἀλλὰ καὶ ἐκ τῶν ὡς ἐπὶ τὸ πολύ. [4]

πρῶτον μὲν οὖν δεῖ λαβεῖν ὅτι περὶ οὗ δεῖ λέγειν καὶ συλλογίζεσθαι
εἴτε πολιτικῷ συλλογισμῷ εἴθ᾽ ὁποιῳοῦν, ἀναγκαῖον κατὰ τούτου ἔχειν τὰ ὑπάρχοντα, πάντα ἔνια: μηδὲν γὰρ ἔχων ἐξ οὐδενὸς ἂν ἔχοις συνάγειν. [5] λέγω δ᾽ οἷον πῶς ἂν δυναίμεθα συμβουλεύειν Ἀθηναίοις εἰ πολεμητέον μὴ πολεμητέον, μὴ ἔχοντες τίς δύναμις αὐτῶν, πότερον ναυτικὴ
πεζικὴ ἄμφω, καὶ αὕτη πόση, καὶ πρόσοδοι τίνες φίλοι καὶ ἐχθροί, εἶτα τίνας πολέμους πεπολεμήκασι καὶ πῶς, καὶ τἆλλα τὰ τοιαῦτα: [6] ἐπαινεῖν, εἰ μὴ ἔχοιμεν τὴν ἐν Σαλαμῖνι ναυμαχίαν τὴν ἐν Μαραθῶνι μάχην τὰ ὑπὸ τῶν Ἡρακλειδῶν πραχθέντα ἄλλο τι τῶν τοιούτων. ἐκ γὰρ τῶν
ὑπαρχόντων δοκούντων ὑπάρχειν καλῶν ἐπαινοῦσι πάντες. [7] ὁμοίως δὲ καὶ ψέγουσιν ἐκ τῶν ἐναντίων, σκοποῦντες τί ὑπάρχει τοιοῦτον αὐτοῖς δοκεῖ ὑπάρχειν, οἷον ὅτι τοὺς Ἕλληνας κατεδουλώσαντο, καὶ τοὺς πρὸς τὸν βάρβαρον συμμαχεσαμένους καὶ ἀριστεύσαντας ἠνδραποδίσαντο, Αἰγινήτας
καὶ Ποτιδαιάτας, καὶ ὅσα ἄλλα τοιαῦτα, καὶ εἴ τι ἄλλο τοιοῦτον ἁμάρτημα ὑπάρχει αὐτοῖς. ὡς δ᾽ αὔτως καὶ οἱ κατηγοροῦντες καὶ οἱ ἀπολογούμενοι ἐκ τῶν ὑπαρχόντων σκοπούμενοι κατηγοροῦσι καὶ ἀπολογοῦνται. [8]

οὐδὲν δὲ διαφέρει περὶ Ἀθηναίων Λακεδαιμονίων, ἀνθρώπου θεοῦ, τὸ αὐτὸ τοῦτο
δρᾶν: καὶ γὰρ συμβουλεύοντα τῷ Ἀχιλλεῖ, καὶ ἐπαινοῦντα καὶ ψέγοντα, καὶ κατηγοροῦντα καὶ ἀπολογούμενον ὑπὲρ αὐτοῦ, τὰ ὑπάρχοντα δοκοῦντα ὑπάρχειν ληπτέον, ἵν᾽ ἐκ τούτων λέγωμεν, ἐπαινοῦντες ψέγοντες εἴ τι καλὸν αἰσχρὸν ὑπάρχει, κατηγοροῦντες δ᾽ ἀπολογούμενοι εἴ τι δίκαιον ἄδικον,
συμβουλεύοντες δ᾽ εἴ τι συμφέρον βλαβερόν. [9] ὁμοίως δὲ τούτοις καὶ περὶ πράγματος ὁτουοῦν, οἷον περὶ δικαιοσύνης, εἰ ἀγαθὸν μὴ ἀγαθόν, ἐκ τῶν ὑπαρχόντων τῇ δικαιοσύνῃ καὶ τῷ ἀγαθῷ: [10] ὥστ᾽ ἐπειδὴ καὶ πάντες οὕτω φαίνονται ἀποδεικνύντες, ἐάν τε ἀκριβέστερον
ἐάν τε μαλακώτερον συλλογίζωνταιοὐ γὰρ ἐξ ἁπάντων λαμβάνουσιν ἀλλ᾽ ἐκ τῶν περὶ ἕκαστον ὑπαρχόντων), καὶ διὰ τοῦ λόγου δῆλον ὅτι ἀδύνατον ἄλλως δεικνύναι, φανερὸν ὅτι ἀναγκαῖον, ὥσπερ ἐν τοῖς Τοπικοῖς, πρῶτον περὶ ἕκαστον ἔχειν ἐξειλεγμένα περὶ τῶν ἐνδεχομένων
καὶ τῶν ἐπικαιροτάτων, [11] περὶ δὲ τῶν ἐξ ὑπογυίου γιγνομένων ζητεῖν τὸν αὐτὸν τρόπον, ἀποβλέποντα μὴ εἰς ἀόριστα ἀλλ᾽ εἰς τὰ ὑπάρχοντα περὶ ὧν λόγος, καὶ περιγράφοντα τι πλεῖστα καὶ ἐγγύτατα τοῦ πράγματος: ὅσῳ μὲν γὰρ ἂν πλείω ἔχῃ τῶν ὑπαρχόντων, τοσούτῳ ῥᾷον δεικνύναι, ὅσῳ
δ᾽ ἐγγύτερον, τοσούτῳ οἰκειότερα καὶ ἧττον κοινά. [12] λέγω δὲ κοινὰ μὲν τὸ ἐπαινεῖν τὸν Ἀχιλλέα ὅτι ἄνθρωπος καὶ ὅτι τῶν ἡμιθέων καὶ ὅτι ἐπὶ τὸ Ἴλιον ἐστρατεύσατο: ταῦτα γὰρ καὶ ἄλλοις ὑπάρχει πολλοῖς, ὥστε οὐδὲν μᾶλλον τοιοῦτος τὸν Ἀχιλλέα ἐπαινεῖ Διομήδην: ἴδια δὲ μηδενὶ ἄλλῳ συμβέβηκεν
τῷ Ἀχιλλεῖ, οἷον τὸ ἀποκτεῖναι τὸν Ἕκτορα τὸν ἄριστον τῶν Τρώων καὶ τὸν Κύκνον, ὃς ἐκώλυσεν ἅπαντας ἀποβαίνειν ἄτρωτος ὤν, καὶ ὅτι νεώτατος καὶ οὐκ ἔνορκος ὢν ἐστράτευσεν, καὶ ὅσα ἄλλα τοιαῦτα. [13]

εἷς μὲν οὖν τρόπος τῆς ἐκλογῆς πρῶτος οὗτος τοπικός,
τὰ δὲ στοιχεῖα τῶν ἐνθυμημάτων λέγωμεν: στοιχεῖον δὲ λέγω καὶ τόπον ἐνθυμήματος τὸ αὐτό. πρῶτον δὲ εἴπωμεν περὶ ὧν ἀναγκαῖον εἰπεῖν πρῶτον. [14] ἔστιν γὰρ τῶν ἐνθυμημάτων εἴδη δύο: τὰ μὲν γὰρ δεικτικά ἐστιν ὅτι ἔστιν οὐκ ἔστιν, τὰ δ᾽ ἐλεγκτικά, καὶ διαφέρει ὥσπερ ἐν τοῖς διαλεκτικοῖς ἔλεγχος
καὶ συλλογισμός. [15] ἔστι δὲ τὸ μὲν δεικτικὸν ἐνθύμημα τὸ ἐξ ὁμολογουμένων συνάγειν, τὸ δὲ ἐλεγκτικὸν τὸ τὰ ἀνομολογούμενα συνάγειν. [16]

σχεδὸν μὲν οὖν ἡμῖν περὶ ἕκαστον τῶν εἰδῶν τῶν χρησίμων καὶ ἀναγκαίων ἔχονται οἱ τόποι: ἐξειλεγμέναι γὰρ
αἱ προτάσεις περὶ ἕκαστόν εἰσιν, ὥστε ἐξ ὧν δεῖ φέρειν τὰ ἐνθυμήματα τόπων περὶ ἀγαθοῦ κακοῦ, καλοῦ αἰσχροῦ, δικαίου ἀδίκου, καὶ περὶ τῶν ἠθῶν καὶ παθημάτων καὶ ἕξεων ὡσαύτως, εἰλημμένοι ἡμῖν ὑπάρχουσι πρότερον οἱ τόποι. [17]
ἔτι δὲ ἄλλον τρόπον καθόλου περὶ ἁπάντων λάβωμεν, καὶ λέγωμεν παρασημαινόμενοι τοὺς ἐλεγκτικοὺς καὶ τοὺς ἀποδεικτικούς, καὶ τοὺς τῶν φαινομένων ἐνθυμημάτων, οὐκ ὄντων δὲ ἐνθυμημάτων, ἐπεί περ οὐδὲ συλλογισμῶν. δηλωθέντων δὲ
τούτων περὶ τῶν λύσεων καὶ ἐνστάσεων διορίσωμεν, πόθεν δεῖ πρὸς τὰ ἐνθυμήματα φέρειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: