previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

23.

ἔστι δὲ εἷς μὲν τόπος τῶν δεικτικῶν ἐκ τῶν ἐναντίων: δεῖ γὰρ σκοπεῖν εἰ τῷ ἐναντίῳ τὸ ἐναντίον ὑπάρχει, ἀναιροῦντα μὲν εἰ μὴ ὑπάρχει, κατασκευάζοντα δὲ εἰ ὑπάρχει,
οἷον ὅτι τὸ σωφρονεῖν ἀγαθόν: τὸ γὰρ ἀκολασταίνειν βλαβερόν. ὡς ἐν τῷ Μεσσηνιακῷ: “εἰ γὰρ πόλεμος αἴτιος τῶν παρόντων κακῶν, μετὰ τῆς εἰρήνης δεῖ ἐπανορθώσασθαι”. “εἴ περ γὰρ οὐδὲ τοῖς κακῶς δεδρακόσιν
ἀκουσίως δίκαιον εἰς ὀργὴν πεσεῖν
οὐδ᾽ ἂν ἀναγκασθείς τις εὖ δράσῃ τινά,
προσῆκον εἶναι τῷδ᾽ ὀφείλεσθαι χάριν.

” “ἀλλ᾽ εἴ περ ἔστιν ἐν βροτοῖς ψευδηγορεῖν
πιθανά, νομίζειν χρή σε καὶ τοὐναντίον,
ἄπιστ᾽ ἀληθῆ πολλὰ συμβαίνειν βροτοῖς.

Eur. fr. 396
[2]

ἄλλος ἐκ τῶν ὁμοίων πτώσεων: ὁμοίως γὰρ δεῖ ὑπάρχειν μὴ ὑπάρχειν, οἷον ὅτι τὸ δίκαιον οὐ πᾶν ἀγαθόν: καὶ γὰρ ἂν τὸ δικαίως, νῦν δ᾽ οὐχ αἱρετὸν τὸ δικαίως ἀποθανεῖν. [3]

ἄλλος ἐκ τῶν πρὸς ἄλληλα: εἰ γὰρ θατέρῳ ὑπάρχει τὸ καλῶς δικαίως ποιῆσαι, θατέρῳ τὸ πεπονθέναι, καὶ εἰ τὸ
κελεῦσαι, καὶ τὸ πεποιηκέναι, οἷον ὡς τελώνης Διομέδων περὶ τῶν τελῶν, “εἰ γὰρ μηδ᾽ ὑμῖν αἰσχρὸν τὸ πωλεῖν, οὐδ᾽ ἡμῖν τὸ ὠνεῖσθαι”. καὶ εἰ τῷ πεπονθότι τὸ καλῶς δικαίως ὑπάρχει, καὶ τῷ ποιήσαντι. ἔστι δ᾽ ἐν τούτῳ παραλογίσασθαι: εἰ γὰρ δικαίως ἔπαθέν τι, δικαίως πέπονθεν, ἀλλ᾽ ἴσως οὐχ
ὑπὸ σοῦ: διὸ δεῖ σκοπεῖν χωρὶς εἰ ἄξιος παθὼν παθεῖν
καὶ ποιήσας ποιῆσαι, εἶτα χρῆσθαι ὁποτέρως ἁρμόττει: ἐνίοτε γὰρ διαφωνεῖ τὸ τοιοῦτον καὶ οὐδὲν κωλύει, ὥσπερ ἐν τῷ Ἀλκμαίωνι τῷ Θεοδέκτουμητέρα δὲ τὴν σὴν οὔ τις ἐστύγει βροτῶν;

φησὶ δὲ ἀποκρινόμενοςἀλλὰ διαλαβόντα χρὴ σκοπεῖν”:
ἐρομένης δὲ τῆς Ἀλφεσιβοίας πῶς, ὑπολαβών φησιντὴν μὲν θανεῖν ἔκριναν, ἐμὲ δὲ μὴ κτανεῖν.

καὶ περὶ Δημοσθένους δίκη καὶ τῶν ἀποκτεινάντων Νικάνορα: ἐπεὶ γὰρ δικαίως ἐκρίθησαν ἀποκτεῖναι, δικαίως ἔδοξεν ἀποθανεῖν. καὶ περὶ τοῦ Θήβησιν ἀποθανόντος, περὶ οὗ κελεύει
κρίνεσθαι εἰ δίκαιος ἦν ἀποθανεῖν, ὡς οὐκ ἄδικον ὂν τὸ ἀποκτεῖναι τὸν δικαίως ἀποθανόντα. [4]

ἄλλος ἐκ τοῦ μᾶλλον καὶ ἧττον, οἷονεἰ μηδ᾽ οἱ θεοὶ πάντα ἴσασιν, σχολῇ οἵ γε ἄνθρωποι”: τοῦτο γάρ ἐστινεἰ μᾶλλον ἂν ὑπάρχοι μὴ ὑπάρχει, δῆλον ὅτι οὐδ᾽ ἧττον”. τὸ δ᾽ ὅτι
τοὺς πλησίον τύπτει ὅς γε καὶ τὸν πατέρα ἐκ τοῦεἰ τὸ ἧττον ὑπάρχον ὑπάρχει, καὶ τὸ μᾶλλον ὑπάρχει”: τοὺς γὰρ πατέρας ἧττον τύπτουσιν τοὺς πλησίον: δὴ οὕτως γε εἰ μᾶλλον ὑπάρχει μὴ ὑπάρχει, εἰ ἧττον ὑπάρχει ὑπάρχει, ὁπότερον δεῖ δεῖξαι, εἴθ᾽ ὅτι ὑπάρχει εἴθ᾽ ὅτι οὔ. [5] ἔτι εἰ
μήτε μᾶλλον μήτε ἧττον, ὅθεν εἴρηταικαὶ σὸς μὲν οἰκτρὸς παῖδας ἀπολέσας πατήρ:
Οἰνεὺς δ᾽ ἄρ᾽ οὐχὶ τὸν Ἑλλάδος κλεινὸν ἀπολέσας γόνον;

καὶ ὅτι, εἰ μηδὲ Θησεὺς ἠδίκησεν, οὐδ᾽ Ἀλέξανδρος, καὶ εἰ μηδ᾽ οἱ Τυνδαρίδαι, οὐδ᾽ Ἀλέξανδρος, καὶ εἰ Πάτροκλον Ἕκτωρ,
καὶ Ἀχιλλέα Ἀλέξανδρος. καὶ εἰ μηδ᾽ ἄλλοι τεχνῖται φαῦλοι, οὐδ᾽ οἱ φιλόσοφοι. καὶ εἰ μηδ᾽ οἱ στρατηγοὶ φαῦλοι ὅτι θανατοῦνται πολλάκις, οὐδ᾽ οἱ σοφισταί. καὶ ὅτιεἰ δεῖ τὸν ἰδιώτην τῆς ὑμετέρας δόξης ἐπιμελεῖσθαι, καὶ ὑμᾶς τῆς τῶν Ἑλλήνων”.
[6]

ἄλλος ἐκ τοῦ τὸν χρόνον σκοπεῖν, οἷον ὡς Ἰφικράτης ἐν τῇ πρὸς Ἁρμόδιον, ὅτιεἰ πρὶν ποιῆσαι ἠξίουν τῆς εἰκόνος τυχεῖν ἐὰν ποιήσω, ἔδοτε ἄν: ποιήσαντι δ᾽ ἆρ᾽ οὐ δώσετε; μὴ τοίνυν μέλλοντες μὲν ὑπισχνεῖσθε, παθόντες δ᾽ ἀφαιρεῖσθε”. καὶ πάλιν πρὸς τὸ Θηβαίους διιέναι Φίλιππον εἰς τὴν Ἀττικήν,
ὅτι εἰ πρὶν βοηθῆσαι εἰς Φωκεῖς ἠξίου, ὑπέσχοντο ἄν: ἄτοπον οὖν εἰ διότι προεῖτο καὶ ἐπίστευσεν μὴ διήσουσιν. [7]

ἄλλος ἐκ τῶν εἰρημένων καθ᾽ αὑτοῦ πρὸς τὸν εἰπόντα, οἷον ἐν τῷ Τεύκρῳ. διαφέρει δὲ τρόπος ἐχρήσατο
Ἰφικράτης πρὸς Ἀριστοφῶντα, ἐπερόμενος εἰ προδοίη ἂν τὰς ναῦς ἐπὶ χρήμασιν: οὐ φάσκοντος δέ, εἶτα εἶπενσὺ μὲν ὢν Ἀριστοφῶν οὐκ ἂν προδοίης, ἐγὼ δ᾽ ὢν Ἰφικράτης;” δεῖ δὲ ὑπάρχειν μᾶλλον ἂν δοκοῦντα ἀδικῆσαι ἐκεῖνον: εἰ δὲ μή, γελοῖον ἂν φανείη, οἷον εἰ πρὸς Ἀριστείδην κατηγοροῦντα
τοῦτό τις ἂν εἴπειεν ἄλλος πρὸς ἀπιστίαν τοῦ κατηγόρου: ὅλως γὰρ βούλεται κατηγορῶν βελτίων εἶναι τοῦ φεύγοντος: τοῦτ᾽ οὖν ἐξελέγχειν δεῖ. καθόλου δὲ ἄτοπός ἐστιν, ὅταν τις ἐπιτιμᾷ ἄλλοις αὐτὸς ποιεῖ ποιήσειεν ἂν, προτρέπῃ ποιεῖν αὐτὸς μὴ ποιεῖ μηδὲ ποιήσειεν ἄν.
[8]

ἄλλος ἐξ ὁρισμοῦ, οἷον τί τὸ δαιμόνιόν ἐστιν: “ἆρα θεὸς θεοῦ ἔργον; καίτοι ὅστις οἴεται θεοῦ ἔργον εἶναι, τοῦτον ἀνάγκη οἴεσθαι καὶ θεοὺς εἶναι.” καὶ ὡς Ἰφικράτης, ὅτι γενναιότατος βέλτιστος: καὶ γὰρ Ἁρμοδίῳ καὶ Ἀριστογείτονι οὐδὲν πρότερον ὑπῆρχεν γενναῖον πρὶν γενναῖόν τι
πρᾶξαι. καὶ ὅτι συγγενέστερος αὐτός: “τὰ γοῦν ἔργα συγγενέστερά ἐστι τὰ ἐμὰ τοῖς Ἁρμοδίου καὶ Ἀριστογείτονος τὰ σά”. καὶ ὡς ἐν τῷ Ἀλεξάνδρῳ ὅτι πάντες ἂν ὁμολογήσειαν τοὺς μὴ κοσμίους οὐχ ἑνὸς σώματος ἀγαπᾶν ἀπόλαυσιν. καὶ δι᾽ Σωκράτης οὐκ ἔφη βαδίζειν ὡς Ἀρχέλαον: ὕβριν
γὰρ ἔφη εἶναι τὸ μὴ δύνασθαι ἀμύνασθαι ὁμοίως καὶ εὖ παθόντας ὥσπερ καὶ κακῶς. πάντες γὰρ οὗτοι ὁρισάμενοι καὶ λαβόντες τὸ τί ἐστι συλλογίζονται περὶ ὧν λέγουσιν. [9]

ἄλλος ἐκ τοῦ ποσαχῶς, οἷον ἐν τοῖς Τοπικοῖς περὶ τοῦ ὀρθῶς.
[10]

ἄλλος ἐκ διαιρέσεως, οἷον εἰ πάντες τριῶν ἕνεκεν ἀδικοῦσιν τοῦδε γὰρ ἕνεκα τοῦδε τοῦδε), καὶ διὰ μὲν τὰ δύο ἀδύνατον, διὰ δὲ τὸ τρίτον οὐδ᾽ αὐτοί φασιν. [11]

ἄλλος ἐξ ἐπαγωγῆς, οἷον ἐκ τῆς Πεπαρηθίας, ὅτι περὶ τῶν τέκνων αἱ γυναῖκες πανταχοῦ διορίζουσι τἀληθές:
τοῦτο μὲν γὰρ Ἀθήνησι Μαντίᾳ τῷ ῥήτορι ἀμφισβητοῦντι πρὸς τὸν υἱὸν ἀπέφηνεν μήτηρ, τοῦτο δὲ Θήβησιν Ἰσμηνίου καὶ Στίλβωνος ἀμφισβητούντων Δωδωνὶς ἀπέδειξεν Ἰσμηνίου
τὸν υἱόν, καὶ διὰ τοῦτο Θετταλίσκον Ἰσμηνίου ἐνόμιζον. καὶ πάλιν ἐκ τοῦ Νόμου τοῦ Θεοδέκτου, “εἰ τοῖς κακῶς ἐπιμεληθεῖσι τῶν ἀλλοτρίων ἵππων οὐ παραδιδόασι τοὺς οἰκείους, οὐδὲ τοῖς ἀνατρέψασι τὰς ἀλλοτρίας ναῦς τὰς οἰκείας, οὐκοῦν εἰ ὁμοίως ἐφ᾽ ἁπάντων, καὶ τοῖς κακῶς φυλάξασι τὴν
ἀλλοτρίαν οὐ χρηστέον ἐστὶν εἰς τὴν οἰκείαν σωτηρίαν”. καὶ ὡς Ἀλκιδάμας, ὅτι πάντες τοὺς σοφοὺς τιμῶσιν: “Πάριοι γοῦν Ἀρχίλοχον καίπερ βλάσφημον ὄντα τετιμήκασι, καὶ Χῖοι Ὅμηρον οὐκ ὄντα πολίτην, καὶ Μυτιληναῖοι Σαπφῶ καίπερ γυναῖκα οὖσαν, καὶ Λακεδαιμόνιοι Χίλωνα καὶ τῶν γερόντων
ἐποίησαν ἥκιστα φιλόλογοι ὄντες, καὶ Ἰταλιῶται Πυθαγόραν, καὶ Λαμψακηνοὶ Ἀναξαγόραν ξένον ὄντα ἔθαψαν καὶ τιμῶσι ἔτι καὶ νῦν, καὶ Ἀθηναῖοι τοῖς Σόλωνος νόμοις χρησάμενοι εὐδαιμόνησαν καὶ Λακεδαιμόνιοι τοῖς Λυκούργου, καὶ Θήβησιν ἅμα οἱ προστάται φιλόσοφοι ἐγένοντο καὶ εὐδαιμόνησεν
πόλις”. [12]

ἄλλος ἐκ κρίσεως περὶ τοῦ αὐτοῦ ὁμοίου ἐναντίου, μάλιστα μὲν εἰ πάντες καὶ ἀεί, εἰ δὲ μή, ἀλλ᾽ οἵ γε πλεῖστοι, σοφοὶ πάντες οἱ πλεῖστοι, ἀγαθοί, εἰ αὐτοὶ οἱ κρίνοντες, οὓς ἀποδέχονται οἱ κρίνοντες, οἷς μὴ οἷόν τε
ἐναντίον κρίνειν, οἷον τοῖς κυρίοις, οἷς μὴ καλὸν ἐναντίον κρίνειν, οἷον θεοῖς πατρὶ διδασκάλοις, ὥσπερ εἰς Μιξιδημίδην εἶπεν Αὐτοκλῆς, εἰ ταῖς μὲν σεμναῖς θεαῖς καλῶς εἶχεν ἐν Ἀρείῳ πάγῳ δοῦναι τὰ δίκαια, Μιξιδημίδῃ δ᾽ οὔ. ὥσπερ Σαπφώ, ὅτι τὸ ἀποθνῄσκειν κακόν: οἱ θεοὶ
γὰρ οὕτω κεκρίκασιν: ἀπέθνησκον γὰρ ἄν. ὥσπερ Ἀρίστιππος πρὸς Πλάτωνα ἐπαγγελτικώτερόν τι εἰπόντα, ὡς ᾤετο: “ἀλλὰ μὴν γ᾽ ἑταῖρος ἡμῶν”, ἔφη, “οὐθὲν τοιοῦτον”, λέγων τὸν Σωκράτη, καὶ Ἡγησίπολις ἐν Δελφοῖς ἠρώτα τὸν θεόν, πρότερον κεχρημένος Ὀλυμπίασιν, εἰ αὐτῷ τὰ αὐτὰ δοκεῖ ἅπερ τῷ πατρί,
ὡς αἰσχρὸν ὂν τἀναντία εἰπεῖν, καὶ περὶ τῆς Ἑλένης ὡς Ἰσοκράτης ἔγραψεν ὅτι σπουδαία, εἴπερ Θησεὺς ἔκρινεν, καὶ περὶ Ἀλεξάνδρου, ὅτι αἱ θεαὶ προέκριναν, καὶ περὶ Εὐαγόρου, ὅτι σπουδαῖος, ὥσπερ Ἰσοκράτης φησίν:
Κόνων γοῦν δυστυχήσας, πάντας τοὺς ἄλλους παραλιπών, ὡς Εὐαγόραν ἦλθεν”. [13]

ἄλλος ἐκ τῶν μερῶν, ὥσπερ ἐν τοῖς Τοπικοῖς ποία κίνησις ψυχή: ἥδε γὰρ ἥδε. παράδειγμα ἐκ τοῦ Σωκράτους τοῦ Θεοδέκτου: “εἰς ποῖον ἱερὸν ἠσέβηκεν; τίνας θεῶν οὐ
τετίμηκεν ὧν πόλις νομίζει;” [14]

ἄλλος, ἐπειδὴ ἐπὶ τῶν πλείστων συμβαίνει ὥστε ἕπεσθαί τι τῷ αὐτῷ ἀγαθὸν καὶ κακόν, ἐκ τοῦ ἀκολουθοῦντος προτρέπειν ἀποτρέπειν, καὶ κατηγορεῖν ἀπολογεῖσθαι, καὶ ἐπαινεῖν ψέγειν, οἷοντῇ παιδεύσει τὸ φθονεῖσθαι ἀκολουθεῖ
κακὸν ὄν, τὸ δὲ σοφὸν εἶναι ἀγαθόν: οὐ τοίνυν δεῖ παιδεύεσθαι, φθονεῖσθαι γὰρ οὐ δεῖ: δεῖ μὲν οὖν παιδεύεσθαι, σοφὸν γὰρ εἶναι δεῖ”. τόπος οὗτός ἐστιν Καλλίππου τέχνη, προσλαβοῦσα τὸ δυνατὸν καὶ τἆλλα ὡς εἴρηται. [15]

ἄλλος, ὅταν περὶ δυοῖν καὶ ἀντικειμένοιν προτρέπειν
ἀποτρέπειν δέῃ, καὶ τῷ πρότερον εἰρημένῳ τρόπῳ ἐπ᾽ ἀμφοῖν χρῆσθαι. διαφέρει δέ, ὅτι ἐκεῖ μὲν τὰ τυχόντα ἀντιτίθεται, ἐνταῦθα δὲ τἀναντία: οἷον ἱέρεια οὐκ εἴα τὸν υἱὸν δημηγορεῖν: “ἐὰν μὲν γάρ”, ἔφη, “τὰ δίκαια λέγῃς, οἱ ἄνθρωποί σε μισήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ θεοί: δεῖ μὲν
οὖν δημηγορεῖν: ἐὰν μὲν γὰρ τὰ δίκαια λέγῃς, οἱ θεοί σε φιλήσουσιν, ἐὰν δὲ τὰ ἄδικα, οἱ ἄνθρωποι”. τοῦτο δ᾽ ἐστὶ ταὐτὸ τῷ λεγομένῳ, τὸ ἕλος πρίασθαι καὶ τοὺς ἅλας: καὶ βλαίσωσις τοῦτο ἐστίν, ὅταν δυοῖν ἐναντίοιν ἑκατέρῳ ἀγαθὸν καὶ κακὸν ἕπηται, ἐναντία ἑκάτερα ἑκατέροις.
[16]

ἄλλος, ἐπειδὴ οὐ ταὐτὰ φανερῶς ἐπαινοῦσι καὶ ἀφανῶς, ἀλλὰ φανερῶς μὲν τὰ δίκαια καὶ τὰ καλὰ ἐπαινοῦσι μάλιστα, ἰδίᾳ δὲ τὰ συμφέροντα μᾶλλον βούλονται, ἐκ τούτων πειρᾶσθαι συνάγειν θάτερον: τῶν γὰρ παραδόξων οὗτος τόπος κυριώτατός ἐστιν.
[17]

ἄλλος ἐκ τοῦ ἀνάλογον ταῦτα συμβαίνειν, οἷον Ἰφικράτης, τὸν υἱὸν αὐτοῦ, νεώτερον ὄντα τῆς ἡλικίας, ὅτι μέγας ἦν λειτουργεῖν ἀναγκαζόντων, εἶπεν ὅτι εἰ τοὺς μεγάλους τῶν παίδων ἄνδρας νομίζουσι, τοὺς μικροὺς τῶν ἀνδρῶν παῖδας εἶναι ψηφιοῦνται,
καὶ Θεοδέκτης ἐν τῷ Νόμῳ, ὅτιπολίτας μὲν ποιεῖσθε τοὺς μισθοφόρους, οἷον Στράβακα καὶ Χαρίδημον, διὰ τὴν ἐπιείκειαν: φυγάδας δ᾽ οὐ ποιήσεσθε τοὺς ἐν τοῖς μισθοφόροις ἀνήκεστα διαπεπραγμένους;”
[18]

ἄλλος ἐκ τοῦ τὸ συμβαῖνον ἐὰν ταὐτόν, ὅτι καὶ ἐξ ὧν συμβαίνει ταὐτά: οἷον Ξενοφάνης ἔλεγεν ὅτι ὁμοίως ἀσεβοῦσιν οἱ γενέσθαι φάσκοντες τοὺς θεοὺς τοῖς ἀποθανεῖν λέγουσιν: ἀμφοτέρως γὰρ συμβαίνει μὴ εἶναι τοὺς θεούς ποτε. καὶ ὅλως δὲ τὸ συμβαῖνον ἐξ ἑκάστου λαμβάνειν
ὡς τὸ αὐτὸ ἀεί: “μέλλετε δὲ κρίνειν οὐ περὶ Ἰσοκράτους ἀλλὰ περὶ ἐπιτηδεύματος, εἰ χρὴ φιλοσοφεῖν”. καὶ ὅτι τὸ διδόναι γῆν καὶ ὕδωρ δουλεύειν ἐστίν, καὶ τὸ μετέχειν τῆς κοινῆς εἰρήνης ποιεῖν τὸ προσταττόμενον. ληπτέον δ᾽ ὁπότερον ἂν χρήσιμον.
[19]

ἄλλος ἐκ τοῦ μὴ ταὐτὸ ἀεὶ αἱρεῖσθαι ὕστερον καὶ πρότερον, ἀλλ᾽ ἀνάπαλιν, οἷον τόδε τὸ ἐνθύμημα, “ φεύγοντες μὲν ἐμαχόμεθα ὅπως κατέλθωμεν, κατελθόντες δὲ φευξόμεθα ὅπως μὴ μαχώμεθα;” ὁτὲ μὲν γὰρ τὸ μένειν ἀντὶ τοῦ μάχεσθαι ᾑροῦντο, ὁτὲ δὲ τὸ μὴ μάχεσθαι ἀντὶ τοῦ μὴ μένειν.
[20]

ἄλλος τὸ οὗ ἕνεκ᾽ ἂν εἴη γένοιτο, τούτου ἕνεκα φάναι εἶναι γεγενῆσθαι, οἷον εἰ δοίη ἄν τίς τινι ἵν᾽ ἀφελόμενος λυπήσῃ, ὅθεν καὶ τοῦτ᾽ εἴρηται, “πολλοῖς δαίμων οὐ κατ᾽ εὔνοιαν φέρων
μεγάλα δίδωσιν εὐτυχήματ᾽, ἀλλ᾽ ἵνα
τὰς συμφορὰς λάβωσιν ἐπιφανεστέρας.

καὶ τὸ ἐκ τοῦ Μελεάγρου τοῦ Ἀντιφῶντος, “οὐχ ὡς κτάνωσι θῆρ᾽, ὅπως δὲ μάρτυρες
ἀρετῆς γένωνται Μελεάγρῳ πρὸς Ἑλλάδα.

Antiphon fr. 2 καὶ τὸ ἐκ τοῦ Αἴαντος τοῦ Θεοδέκτου, ὅτι Διομήδης προείλετο
Ὀδυσσέα οὐ τιμῶν, ἀλλ᾽ ἵνα ἥττων ἀκολουθῶν: ἐνδέχεται γὰρ τούτου ἕνεκα ποιῆσαι. [21]

ἄλλος, κοινὸς καὶ τοῖς ἀμφισβητοῦσιν καὶ τοῖς συμβουλεύουσι, σκοπεῖν τὰ προτρέποντα καὶ ἀποτρέποντα, καὶ ὧν ἕνεκα καὶ πράττουσι καὶ φεύγουσιν: ταῦτα γάρ
ἐστιν ἐὰν μὲν ὑπάρχῃ δεῖ πράττειν, ἐὰν δὲ μὴ ὑπάρχῃ, μὴ πράττειν, οἷον, εἰ δυνατὸν καὶ ῥᾴδιον καὶ ὠφέλιμον αὐτῷ φίλοις βλαβερὸν ἐχθροῖς, κἂν ἐπιζήμιον, εἰ ἐλάττων ζημία τοῦ πράγματος, καὶ προτρέπονται δ᾽ ἐκ τούτων καὶ ἀποτρέπονται ἐκ τῶν ἐναντίων.
ἐκ δὲ τῶν αὐτῶν τούτων καὶ κατηγοροῦσι καὶ ἀπολογοῦνται: ἐκ μὲν τῶν ἀποτρεπόντων ἀπολογοῦνται, ἐκ δὲ τῶν προτρεπόντων κατηγοροῦσιν. ἔστι δ᾽ τόπος οὗτος ὅλη τέχνη τε Παμφίλου καὶ Καλλίππου.
[22]

ἄλλος ἐκ τῶν δοκούντων μὲν γίγνεσθαι ἀπίστων δέ, ὅτι οὐκ ἂν ἔδοξαν, εἰ μὴ ἦν ἐγγὺς ἦν. καὶ ὅτι μᾶλλον: γὰρ τὰ ὄντα τὰ εἰκότα ὑπολαμβάνουσιν: εἰ οὖν ἄπιστον καὶ μὴ εἰκός, ἀληθὲς ἂν εἴη: οὐ γὰρ διά γε τὸ εἰκὸς καὶ πιθανὸν δοκεῖ οὕτως: οἷον Ἀνδροκλῆς ἔλεγεν Πιτθεὺς κατηγορῶν
τοῦ νόμου, ἐπεὶ ἐθορύβησαν αὐτῷ εἰπόντι, “δέονται οἱ νόμοι νόμου τοῦ διορθώσοντος, καὶ γὰρ οἱ ἰχθύες ἁλός, καίτοι οὐκ εἰκὸς οὐδὲ πιθανὸν ἐν ἅλμῃ τρεφομένους δεῖσθαι ἁλός, καὶ τὰ στέμφυλα ἐλαίου, καίτοι ἄπιστον, ἐξ ὧν ἔλαιον γίγνεται, ταῦτα δεῖσθαι ἐλαίου”.
[23]

ἄλλος ἐλεγκτικός, τὸ τὰ ἀνομολογούμενα σκοπεῖν, εἴ τι ἀνομολογούμενον ἐκ τόπων καὶ χρόνων καὶ πράξεων καὶ λόγων, χωρὶς μὲν ἐπὶ τοῦ ἀμφισβητοῦντος, οἷονκαὶ φησὶ μὲν φιλεῖν ὑμᾶς, συνώμοσεν δὲ τοῖς τριάκοντα”, χωρὶς δ᾽ ἐπ᾽ αὐτοῦ, “καὶ φησὶ μὲν εἶναί με φιλόδικον, οὐκ ἔχει δὲ
ἀποδεῖξαι δεδικασμένον οὐδεμίαν δίκην”, χωρὶς δ᾽ ἐπ᾽ αὐτοῦ καὶ τοῦ ἀμφισβητοῦντος, “καὶ οὗτος μὲν οὐ δεδάνεικε πώποτε οὐδέν, ἐγὼ δὲ καὶ πολλοὺς λέλυμαι ὑμῶν”. [24]

ἄλλος τοῖς προδιαβεβλημένοις καὶ ἀνθρώποις καὶ πράγμασιν, δοκοῦσι, τὸ λέγειν τὴν αἰτίαν τοῦ παραδόξου:
ἔστιν γάρ τι δι᾽ φαίνεται: οἷον, ὑποβεβλημένης τινὸς τὸν αὑτῆς υἱόν, διὰ τὸ ἀσπάζεσθαι ἐδόκει συνεῖναι τῷ μειρακίῳ, λεχθέντος δὲ τοῦ αἰτίου ἐλύθη διαβολή: καὶ οἷον ἐν τῷ Αἴαντι τῷ Θεοδέκτου Ὀδυσσεὺς λέγει πρὸς τὸν Αἴαντα διότι ἀνδρειότερος ὢν τοῦ Αἴαντος οὐ δοκεῖ.
[25]

ἄλλος ἀπὸ τοῦ αἰτίου, ἄν τε ὑπάρχῃ, ὅτι ἔστι, κἂν μὴ ὑπάρχῃ, ὅτι οὐκ ἔστιν: ἅμα γὰρ τὸ αἴτιον καὶ οὗ αἴτιον, καὶ ἄνευ αἰτίου οὐθὲν ἔστιν, οἷον Λεωδάμας ἀπολογούμενος ἔλεγε, κατηγορήσαντος Θρασυβούλου ὅτι ἦν στηλίτης γεγονὼς ἐν τῇ ἀκροπόλει, ἀλλ᾽ ἐκκέκοπται ἐπὶ τῶν τριάκοντα: οὐκ
ἐνδέχεσθαι ἔφη: μᾶλλον γὰρ ἂν πιστεύειν αὑτῷ τοὺς τριάκοντα ἐγγεγραμμένης τῆς ἔχθρας πρὸς τὸν δῆμον. [26]

ἄλλος, εἰ ἐνεδέχετο βέλτιον ἄλλως, ἐνδέχεται, ὧν συμβουλεύει πράττει πέπραχε σκοπεῖν: φανερὸν γὰρ ὅτι,
εἰ μὴ οὕτως ἔχει, οὐ πέπραχεν: οὐδεὶς γὰρ ἑκὼν τὰ φαῦλα καὶ γιγνώσκων προαιρεῖται. ἔστιν δὲ τοῦτο ψεῦδος: πολλάκις γὰρ ὕστερον γίγνεται δῆλον πῶς ἦν πρᾶξαι βέλτιον, πρότερον δὲ ἄδηλον.
[27]

ἄλλος, ὅταν τι ἐναντίον μέλλῃ πράττεσθαι τοῖς πεπραγμένοις, ἅμα σκοπεῖν, οἷον Ξενοφάνης Ἐλεάταις ἐρωτῶσιν εἰ θύωσι τῇ Λευκοθέᾳ καὶ θρηνῶσιν μή, συνεβούλευεν, εἰ μὲν θεὸν ὑπολαμβάνουσιν, μὴ θρηνεῖν, εἰ δ᾽ ἄνθρωπον, μὴ θύειν. [28]

ἄλλος τόπος τὸ ἐκ τῶν ἁμαρτηθέντων κατηγορεῖν ἀπολογεῖσθαι,
οἷον ἐν τῇ Καρκίνου Μηδείᾳ οἱ μὲν κατηγοροῦσιν ὅτι τοὺς παῖδας ἀπέκτεινεν, οὐ φαίνεσθαι γοῦν αὐτούςἥμαρτε γὰρ Μήδεια περὶ τὴν ἀποστολὴν τῶν παίδων), δ᾽ ἀπολογεῖται ὅτι οὐ ἂν τοὺς παῖδας ἀλλὰ τὸν Ἰάσονα ἂν ἀπέκτεινεν: τοῦτο γὰρ ἥμαρτεν ἂν μὴ ποιήσασα, εἴπερ
καὶ θάτερον ἐποίησεν. ἔστι δ᾽ τόπος οὗτος τοῦ ἐνθυμήματος καὶ τὸ εἶδος ὅλη πρότερον Θεοδώρου τέχνη. [29]

ἄλλος ἀπὸ τοῦ ὀνόματος, οἷον ὡς Σοφοκλῆςσαφῶς σιδήρῳ καὶ φοροῦσα τοὔνομα,

Soph. fr. 597 καὶ ὡς ἐν τοῖς τῶν θεῶν ἐπαίνοις εἰώθασι λέγειν, καὶ ὡς
Κόνων Θρασύβουλον θρασύβουλον ἐκάλει, καὶ Ἡρόδικος Θρασύμαχονἀεὶ θρασύμαχος εἶ”, καὶ Πῶλονἀεὶ σὺ πῶλος εἶ”, καὶ Δράκοντα τὸν νομοθέτην, ὅτι οὐκ ἂν ἀνθρώπου οἱ νόμοι ἀλλὰ δράκοντοςχαλεποὶ γάρ): καὶ ὡς Εὐριπίδου Ἑκάβη εἰς τὴν Ἀφροδίτηνκαὶ τοὔνομ᾽ ὀρθῶς ἀφροσύνης ἄρχει θεᾶς,

Eur. Hec. 990
καὶ ὡς ΧαιρήμωνΠενθεὺς ἐσομένης συμφορᾶς ἐπώνυμος.

Chaeremon fr. 4 [30]

εὐδοκιμεῖ δὲ μᾶλλον τῶν ἐνθυμημάτων τὰ ἐλεγκτικὰ τῶν ἀποδεικτικῶν διὰ τὸ συναγωγὴν μὲν ἐναντίων εἶναι ἐν μικρῷ τὸ ἐλεγκτικὸν ἐνθύμημα, παρ᾽ ἄλληλα δὲ φανερὰ εἶναι τῷ ἀκροατῇ μᾶλλον. πάντων δὲ καὶ τῶν ἐλεγκτικῶν καὶ τῶν
δεικτικῶν συλλογισμῶν θορυβεῖται μάλιστα τὰ τοιαῦτα ὅσα ἀρχόμενα προορῶσι μὴ ἐπιπολῆς εἶναιἅμα γὰρ καὶ αὐτοὶ ἐφ᾽ αὑτοῖς χαίρουσι προαισθανόμενοι), καὶ ὅσων τοσοῦτον ὑστερίζουσιν ὥσθ᾽ ἅμα εἰρημένων γνωρίζειν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (E. M. Cope, 1877)
load focus English (J. H. Freese, 1926)
hide References (8 total)
  • Cross-references to this page (6):
  • Cross-references from this page (1):
    • Euripides, Hecuba, 990
  • Cross-references in notes to this page (1):
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 19
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: