Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ἡ παρ᾽ ὑμῖν ἐλπὶς δὲ δικαία: οὐ μικρὰ γάρ1 ἐστι τῷ κινδυνεύοντι ῥοπὴ πρὸς σωτηρίαν ἡ τῶν ἀκουόντων βούλησις ταττομένη μετὰ τοῦ δικαίου. ἐὰν ταύτης κατατύχω,2 πάσας ἀπολύσομαι τὰς διαβολάς: ἄνευ δὲ ταύτης οὔθ᾽ ὁ λόγος οὔθ᾽ οἱ νόμοι οὔθ᾽ ἡ τῶν πραγμάτων ἀλήθεια σῶσαι δύνανται3 τὸν ἀδίκως κρινόμενον. οὐκ ἀγνοεῖτε δὲ ὅτι πολλοὶ πολλάκις ἤδη τῶν ἐγκαλούντων ἀπὸ μὲν τῆς κατηγορίας ἔδοξαν δίκαια λέγειν, παρατεθείσης δὲ τῆς ἀπολογίας εὑρέθησαν αὐτοὶ συκοφαντοῦντες: ὃ δὴ καὶ νῦν πέπεισμαι τούτοις παρακολουθήσειν ὑμῶν ἀκούειν προαιρουμένων μετ᾽ εὐνοίας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.