Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ἡ πενία δ᾽ ἴσως δύσχρηστον μὲν ἔχει τι καὶ χαλεπόν, κεχώρισται δ᾽ αἰσχύνης, ὡς ἄν, οἶμαι, τῆς ἀπορίας ἐπὶ πολλῶν οὐ τρόπου κακίαν ἀλλὰ τύχης ἀγνωμοσύνην ἐλεγχούσης. προσελθὼν δὲ τοῖς κοινοῖς, οὐκ εἰς δίκας καὶ τὴν ἀπὸ τῆς λογογραφίας ἐργασίαν ἔθηκα τὸν πόνον, ἀλλ᾽ εἰς τὴν ἀπὸ τοῦ βήματος παρρησίαν ἣ τοῖς1 μὲν λέγουσιν ἐπισφαλῆ παρέχεται τὸν βίον, τοῖς δ᾽ εὐλαβουμένοις2 μεγίστην δίδωσιν ἀφορμὴν πρὸς κατόρθωσιν: οὐ γὰρ ἐν τῇ τοῦ λέγοντος χάριτι δεῖ συνεκπίπτειν τὴν τῆς πατρίδος σωτηρίαν.
2 εὐλαβουμένοις εὐλαβῶς ἀκροωμένοιςBlass.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.