Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
καὶ ταῦθ᾽ ὡς ἀληθῆ λέγω, καὶ ὅτι οὔτ᾽ ἐδόθη ἡ ψῆφος ἐν ἅπασιν πλείους τ᾽ ἐγένοντο τῶν ψηφισαμένων, μάρτυρας ὑμῖν παρέξομαι. συμβαίνει δέ μοι περὶ τούτων τῶν μὲν φίλων ἢ τῶν ἄλλων Ἀθηναίων μηδένα μάρτυρα παρεῖναι διά τε τὴν ὥραν καὶ διὰ τὸ μηδένα παρακαλέσαι, αὐτοῖς δὲ τοῖς ἠδικηκόσιν με χρῆσθαι μάρτυσιν. ἃ οὖν οὐ δυνήσονται ἔξαρνοι γενέσθαι, ταῦτα γέγραφ᾽ αὐτοῖς. λέγε.“Μαρτυρία”
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.