Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[44]
πῶς οὖν οὐκ ἂν οἰκτρότατ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, πάντων ἐγὼ πεπονθὼς εἴην, εἰ τῶν συγγενῶν ὄντων τοσούτων τουτωνὶ καὶ μαρτυρούντων καὶ διομνυμένων ἐμοὶ προσήκειν, μηδεὶς μηδενὶ τούτων ἀμφισβητῶν ὡς οὐκ εἰσὶ πολῖται, ἐμὲ ψηφίσαισθ᾽ εἶναι ξένον; λαβὲ δή μοι καὶ τὴν τοῦ Κλεινίου καὶ τὴν τῶν συγγενῶν αὐτοῦ μαρτυρίαν: οἳ ἴσασιν δήπου τίς οὖσά ποθ᾽ ἡ ἐμὴ μήτηρ ἐτίτθευσεν αὐτόν. οὐ γὰρ ἃ τήμερον ἡμεῖς φαμέν, εὔορκον αὐτοῖς μαρτυρεῖν, ἀλλ᾽ ἃ πάντα τὸν χρόνον ᾔδεσαν τὴν ἡμετέραν μὲν μητέρα, τιτθὴν δὲ τούτου νομιζομένην.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.