Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[9]
ταυτὶ δὴ πάντα πρὸς τὰς αἰτίας, ἃς νῦν οὗτοι λέγουσι, πῶς ἄν τις δείξειε γεγενημένα φανερῶς; ἐγὼ ζητῶν ἐξεῦρον. ἀνάγκη τὴν ἐμὴν μητέρα, εἴτε θυγάτηρ ἦν Κίρωνος εἴτε μή, καὶ εἰ παρ᾽ ἐκείνῳ διῃτᾶτο ἢ οὔ, καὶ γάμους εἰ διττοὺς ὑπὲρ ταύτης εἱστίασεν ἢ μή, καὶ προῖκα ἥντινα ἑκάτερος ἐπ᾽ αὐτῇ τῶν γημάντων ἔλαβε, πάντα ταῦτα εἰδέναι τοὺς οἰκέτας καὶ τὰς θεραπαίνας ἃς ἐκεῖνος ἐκέκτητο.