Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
οὐ μὴν περί γε τὸ κράτιστον τῆς φιλοσοφίας διατρίβουσιν: ὅσοι δὲ τοῖς νεωτέροις εἰσηγοῦνται μὴ δι᾽ ὧν τὴν δεινότητα τὴν ἐν τοῖς λόγοις ἀσκήσουσιν, ἀλλ᾽ ὅπως τὰ τῶν τρόπων ἤθη σπουδαῖοι πεφυκέναι δόξουσι, τοσούτῳ μᾶλλον ἐκείνων τοὺς ἀκούοντας ὠφελοῦσιν, ὅσον οἱ μὲν ἐπὶ λόγον παρακαλοῦσιν, οἱ δὲ τὸν τρόπον αὐτῶν ἐπανορθοῦσι.