Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[94]
σοὶ δὲ συμβουλεύων μωρὸς ἂν ἦν, εἰ περὶ τὴν λέξιν πλείω χρόνον διέτριβον ἢ περὶ τὰς πράξεις, ἔτι δ᾽ εἰ τοὺς ἄλλους ὁρῶν τοῖς ἐμοῖς χρωμένους αὐτὸς μόνος ἀπειχόμην τῶν ὑπ᾽ ἐμοῦ πρότερον εἰρημένων. τοῖς μὲν οὖν οἰκείοις τυχὸν ἂν χρησαίμην, ἤν που σφόδρα κατεπείγῃ καὶ πρέπῃ, τῶν δ᾽ ἀλλοτρίων οὐδὲν ἂν προσδεξαίμην, ὥσπερ οὐδ᾽ ἐν τῷ παρελθόντι χρόνῳ.