Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[146]
οὐ μόνον δ᾽ ἐπὶ τούτων αὐτοὺς ὄψει τὴν γνώμην ταύτην ἔχοντας, ἀλλ᾽ ἐπὶ πάντων ὁμοίως: ἐπεὶ καὶ τὴν πόλιν ἡμῶν οὐδεὶς ἂν ἐπαινέσειεν, οὔθ᾽ ὅτι τῆς θαλάττης ἦρξεν οὔθ᾽ ὅτι τοσοῦτον πλῆθος χρημάτων εἰσπράξασα τοὺς συμμάχους εἰς τὴν ἀκρόπολιν ἀνήνεγκεν, ἀλλὰ μὴν οὐδ᾽ ὅτι πολλῶν πόλεων ἐξουσίαν ἔλαβε, τὰς μὲν ἀναστάτους ποιῆσαι, τὰς δ᾽ αὐξῆσαι, τὰς δ᾽ ὅπως ἐβουλήθη διοικῆσαι: