Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[35]
καὶ γάρ τοι διὰ τὴν γνώμην ταύτην οὐδεὶς οὔτ᾽ ἀπεκρύπτετο τὴν οὐσίαν οὔτ᾽ ὤκνει συμβάλλειν, ἀλλ᾽ ἥδιον ἑώρων τοὺς δανειζομένους ἢ τοὺς ἀποδιδόντας. ἀμφότερα γὰρ αὐτοῖς συνέβαινεν, ἅπερ ἂν βουληθεῖεν ἄνθρωποι νοῦν ἔχοντες: ἅμα γὰρ τούς τε πολίτας ὠφέλουν καὶ τὰ σφέτερ᾽ αὐτῶν ἐνεργὰ καθίστασαν. κεφάλαιον δὲ τοῦ καλῶς ἀλλήλοις ὁμιλεῖν: αἱ μὲν γὰρ κτήσεις ἀσφαλεῖς ἦσαν, οἷσπερ κατὰ τὸ δίκαιον ὑπῆρχον, αἱ δὲ χρήσεις κοιναὶ πᾶσι τοῖς δεομένοις τῶν πολιτῶν.