Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[42]
ταῦτα διανοηθέντες οὐ τοῦτο πρῶτον ἐσκόπουν, δι᾽ ὧν κολάσουσι τοὺς ἀκοσμοῦντας, ἀλλ᾽ ἐξ ὧν παρασκευάσουσι μηδὲν αὐτοὺς ἄξιον ζημίας ἐξαμαρτάνειν: ἡγοῦντο γὰρ τοῦτο μὲν αὑτῶν ἔργον εἶναι, τὸ δὲ περὶ τὰς τιμωρίας σπουδάζειν τοῖς ἐχθροῖς προσήκειν.