previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[244α]

Ξένος
ἀλλ᾽, φίλοι,’ φήσομεν, ‘κἂν οὕτω τὰ δύο λέγοιτ᾽ ἂν σαφέστατα ἕν.’

Θεαίτητος
ὀρθότατα εἴρηκας.

Ξένος
ἐπειδὴ τοίνυν ἡμεῖς ἠπορήκαμεν, ὑμεῖς αὐτὰ ἡμῖν ἐμφανίζετε ἱκανῶς, τί ποτε βούλεσθε σημαίνειν ὁπόταν ὂν φθέγγησθε. δῆλον γὰρ ὡς ὑμεῖς μὲν ταῦτα πάλαι γιγνώσκετε, ἡμεῖς δὲ πρὸ τοῦ μὲν ᾠόμεθα, νῦν δ᾽ ἠπορήκαμεν. διδάσκετε οὖν πρῶτον τοῦτ᾽ αὐτὸ ἡμᾶς, ἵνα μὴ δοξάζωμεν μανθάνειν μὲν τὰ λεγόμενα παρ᾽ ὑμῶν, τὸ δὲ [244β] τούτου γίγνηται πᾶν τοὐναντίον.’ ταῦτα δὴ λέγοντές τε καὶ ἀξιοῦντες παρά τε τούτων καὶ παρὰ τῶν ἄλλων ὅσοι πλεῖον ἑνὸς λέγουσι τὸ πᾶν εἶναι, μῶν, παῖ, τὶ πλημμελήσομεν;

Θεαίτητος
ἥκιστά γε.

Ξένος
τί δέ; παρὰ τῶν ἓν τὸ πᾶν λεγόντων ἆρ᾽ οὐ πευστέον εἰς δύναμιν τί ποτε λέγουσι τὸ ὄν;

Θεαίτητος
πῶς γὰρ οὔ;

Ξένος
τόδε τοίνυν ἀποκρινέσθων. ‘ἕν πού φατε μόνον εἶναι;’ — ‘φαμὲν γάρ,’ φήσουσιν. γάρ;

Θεαίτητος
ναί.

Ξένος
τί δέ; ὂν καλεῖτέ τι;’

Θεαίτητος
ναί. [244ξ]

Ξένος
πότερον ὅπερ ἕν, ἐπὶ τῷ αὐτῷ προσχρώμενοι δυοῖν ὀνόμασιν, πῶς;’

Θεαίτητος
τίς οὖν αὐτοῖς μετὰ τοῦτ᾽, ξένε, ἀπόκρισις;

Ξένος
δῆλον, Θεαίτητε, ὅτι τῷ ταύτην τὴν ὑπόθεσιν ὑποθεμένῳ πρὸς τὸ νῦν ἐρωτηθὲν καὶ πρὸς ἄλλο δὲ ὁτιοῦν οὐ πάντων ῥᾷστον ἀποκρίνασθαι.

Θεαίτητος
πῶς;

Ξένος
τό τε δύο ὀνόματα ὁμολογεῖν εἶναι μηδὲν θέμενον πλὴν ἓν καταγέλαστόν που.

Θεαίτητος
πῶς δ᾽ οὔ;

Ξένος
καὶ τὸ παράπαν γε ἀποδέχεσθαί του λέγοντος ὡς [244δ] ἔστιν ὄνομά τι, λόγον οὐκ ἂν ἔχον.

Θεαίτητος
πῇ;

Ξένος
τιθείς τε τοὔνομα τοῦ πράγματος ἕτερον δύο λέγει πού τινε.

Θεαίτητος
ναί.

Ξένος
καὶ μὴν ἂν ταὐτόν γε αὐτῷ τιθῇ τοὔνομα, μηδενὸς ὄνομα ἀναγκασθήσεται λέγειν, εἰ δέ τινος αὐτὸ φήσει, συμβήσεται τὸ ὄνομα ὀνόματος ὄνομα μόνον, ἄλλου δὲ οὐδενὸς ὄν.

Θεαίτητος
οὕτως.

Ξένος
καὶ τὸ ἕν γε, ἑνὸς ὄνομα ὂν καὶ τοῦ ὀνόματος αὖ τὸ ἓν ὄν.

Θεαίτητος
ἀνάγκη.

Ξένος
τί δέ; τὸ ὅλον ἕτερον τοῦ ὄντος ἑνὸς ταὐτὸν φήσουσι τούτῳ; [244ε]

Θεαίτητος
πῶς γὰρ οὐ φήσουσί τε καὶ φασίν;

Ξένος
εἰ τοίνυν ὅλον ἐστίν, ὥσπερ καὶ Παρμενίδης λέγει,“πάντοθεν εὐκύκλου σφαίρης ἐναλίγκιον ὄγκῳ,
μεσσόθεν ἰσοπαλὲς πάντῃ: τὸ γὰρ οὔτε τι μεῖζον
οὔτε τι βαιότερον πελέναι χρεόν ἐστι τῇ τῇ,
Parmenides Fr. 8.43τοιοῦτόν γε ὂν τὸ ὂν μέσον τε καὶ ἔσχατα ἔχει, ταῦτα δὲ ἔχον πᾶσα ἀνάγκη μέρη ἔχειν: πῶς;

Θεαίτητος
οὕτως.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Basil L. Gildersleeve, Syntax of Classical Greek, The Article
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: