previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[245α]

Ξένος
ἀλλὰ μὴν τό γε μεμερισμένον πάθος μὲν τοῦ ἑνὸς ἔχειν ἐπὶ τοῖς μέρεσι πᾶσιν οὐδὲν ἀποκωλύει, καὶ ταύτῃ δὴ πᾶν τε ὂν καὶ ὅλον ἓν εἶναι.

Θεαίτητος
τί δ᾽ οὔ;

Ξένος
τὸ δὲ πεπονθὸς ταῦτα ἆρ᾽ οὐκ ἀδύνατον αὐτό γε τὸ ἓν αὐτὸ εἶναι;

Θεαίτητος
πῶς;

Ξένος
ἀμερὲς δήπου δεῖ παντελῶς τό γε ἀληθῶς ἓν κατὰ τὸν ὀρθὸν λόγον εἰρῆσθαι.

Θεαίτητος
δεῖ γὰρ οὖν. [245β]

Ξένος
τὸ δέ γε τοιοῦτον ἐκ πολλῶν μερῶν ὂν οὐ συμφωνήσει τῷ ὅλῳ λόγῳ.

Θεαίτητος
μανθάνω.

Ξένος
πότερον δὴ πάθος ἔχον τὸ ὂν τοῦ ἑνὸς οὕτως ἕν τε ἔσται καὶ ὅλον, παντάπασι μὴ λέγωμεν ὅλον εἶναι τὸ ὄν;

Θεαίτητος
χαλεπὴν προβέβληκας αἵρεσιν.

Ξένος
ἀληθέστατα μέντοι λέγεις. πεπονθός τε γὰρ τὸ ὂν ἓν εἶναί πως οὐ ταὐτὸν ὂν τῷ ἑνὶ φανεῖται, καὶ πλέονα δὴ τὰ πάντα ἑνὸς ἔσται.

Θεαίτητος
ναί. [245ξ]

Ξένος
καὶ μὴν ἐάν γε τὸ ὂν μὴ ὅλον διὰ τὸ πεπονθέναι τὸ ὑπ᾽ ἐκείνου πάθος, δὲ αὐτὸ τὸ ὅλον, ἐνδεὲς τὸ ὂν ἑαυτοῦ συμβαίνει.

Θεαίτητος
πάνυ γε.

Ξένος
καὶ κατὰ τοῦτον δὴ τὸν λόγον ἑαυτοῦ στερόμενον οὐκ ὂν ἔσται τὸ ὄν.

Θεαίτητος
οὕτως.

Ξένος
καὶ ἑνός γε αὖ πλείω τὰ πάντα γίγνεται, τοῦ τε ὄντος καὶ τοῦ ὅλου χωρὶς ἰδίαν ἑκατέρου φύσιν εἰληφότος.

Θεαίτητος
ναί.

Ξένος
μὴ ὄντος δέ γε τὸ παράπαν τοῦ ὅλου, ταὐτά τε [245δ] ταῦτα ὑπάρχει τῷ ὄντι, καὶ πρὸς τῷ μὴ εἶναι μηδ᾽ ἂν γενέσθαι ποτὲ ὄν.

Θεαίτητος
τί δή;

Ξένος
τὸ γενόμενον ἀεὶ γέγονεν ὅλον: ὥστε οὔτε οὐσίαν οὔτε γένεσιν ὡς οὖσαν δεῖ προσαγορεύειν τὸ ἓν τὸ ὅλον ἐν τοῖς οὖσι μὴ τιθέντα.

Θεαίτητος
παντάπασιν ἔοικε ταῦθ᾽ οὕτως ἔχειν.

Ξένος
καὶ μὴν οὐδ᾽ ὁποσονοῦν τι δεῖ τὸ μὴ ὅλον εἶναι: ποσόν τι γὰρ ὄν, ὁπόσον ἂν , τοσοῦτον ὅλον ἀναγκαῖον αὐτὸ εἶναι.

Θεαίτητος
κομιδῇ γε.

Ξένος
καὶ τοίνυν ἄλλα μυρία ἀπεράντους ἀπορίας ἕκαστον [245ε] εἰληφὸς φανεῖται τῷ τὸ ὂν εἴτε δύο τινὲ εἴτε ἓν μόνον εἶναι λέγοντι.

Θεαίτητος
δηλοῖ σχεδὸν καὶ τὰ νῦν ὑποφαίνοντα: συνάπτεται γὰρ ἕτερον ἐξ ἄλλου, μείζω καὶ χαλεπωτέραν φέρον περὶ τῶν ἔμπροσθεν ἀεὶ ῥηθέντων πλάνην.

Ξένος
τοὺς μὲν τοίνυν διακριβολογουμένους ὄντος τε πέρι καὶ μή, πάντας μὲν οὐ διεληλύθαμεν, ὅμως δὲ ἱκανῶς ἐχέτω: τοὺς δὲ ἄλλως λέγοντας αὖ θεατέον, ἵν᾽ ἐκ πάντων ἴδωμεν


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1921)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: