[258α]
κλῆσις ὁμώνυμος οὖσα καὶ ἡ πρόσρησις παρέχεταί τινα οἰκειότητα. δεῖ δὴ τούς γε συγγενεῖς ἡμᾶς ἀεὶ προθύμως διὰ λόγων ἀναγνωρίζειν. Θεαιτήτῳ μὲν οὖν αὐτός τε συνέμειξα χθὲς διὰ λόγων καὶ νῦν ἀκήκοα ἀποκρινομένου, Σωκράτους δὲ οὐδέτερα: δεῖ δὲ σκέψασθαι καὶ τοῦτον. ἐμοὶ μὲν οὖν εἰς αὖθις, σοὶ δὲ νῦν ἀποκρινέσθω.Ξένος
ταῦτ᾽ ἔσται. ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους;Νεώτερος Σωκράτης
ναί.Ξένος
συγχωρεῖς οὖν οἷς λέγει;Νεώτερος Σωκράτης
πάνυ μὲν οὖν.
ταῦτ᾽ ἔσται. ὦ Σώκρατες, ἀκούεις δὴ Σωκράτους;Νεώτερος Σωκράτης
ναί.Ξένος
συγχωρεῖς οὖν οἷς λέγει;Νεώτερος Σωκράτης
πάνυ μὲν οὖν.