[265δ]
Νεώτερος Σωκράτης
ταῦτ᾽ ἔστω ταύτῃ λεχθέντα: πάντως γὰρ ἱκανῶς δεδήλωται.Ξένος
καὶ μὴν ὅ γε βασιλεὺς ἡμῖν αὖ καταφανὴς ὅτι κολοβὸν ἀγέλην τινὰ κεράτων νομεύει.Νεώτερος Σωκράτης
πῶς γὰρ οὐ δῆλος;Ξένος
ταύτην τοίνυν καταθραύσαντες τὸ γιγνόμενον αὐτῷ πειρώμεθα ἀποδοῦναι.Νεώτερος Σωκράτης
πάνυ γε.Ξένος
πότερον οὖν βούλει τῷ σχιστῷ τε καὶ τῷ καλουμένῳ μώνυχι διαιρεῖν αὐτὴν ἢ τῇ κοινογονίᾳ τε καὶ ἰδιογονίᾳ; μανθάνεις γάρ που.Νεώτερος Σωκράτης
τὸ ποῖον;