[110ξ]
Ἀλκιβιάδης
μὰ Δί᾽ ἀλλ᾽ οὐκ ἠγνόουν ἔγωγε, ἀλλὰ σαφῶς ἐγίγνωσκον ὅτι ἠδικούμην.
Σωκράτης
ὤιου ἄρα ἐπίστασθαι καὶ παῖς ὤν, ὡς ἔοικε, τὰ δίκαια καὶ τὰ ἄδικα.
Ἀλκιβιάδης
ἔγωγε: καὶ ἠπιστάμην γε.
Σωκράτης
ἐν ποίῳ χρόνῳ ἐξευρών; οὐ γὰρ δήπου ἐν ᾧ γε ᾤου εἰδέναι.
Σωκράτης
πότε οὖν ἀγνοεῖν ἡγοῦ; σκόπει: οὐ γὰρ εὑρήσεις τοῦτον τὸν χρόνον.