[125δ]
ἡγουμένων ᾠδῆς καὶ χρωμένων χορευταῖς;
Σωκράτης
χοροδιδασκαλικὴ γὰρ αὕτη γ᾽ αὖ;
Σωκράτης
ἀλλὰ τί ποτε λέγεις χρωμένων ἀνθρώπων ἀνθρώποις οἷόν τ᾽ εἶναι ἄρχειν;
Ἀλκιβιάδης
κοινωνούντων ἔγωγε λέγω πολιτείας καὶ συμβαλλόντων πρὸς ἀλλήλους, τούτων ἄρχειν τῶν ἐν τῇ πόλει.
Σωκράτης
τίς οὖν αὕτη ἡ τέχνη; ὥσπερ ἂν εἴ σε ἐροίμην πάλιν τὰ νυνδή, κοινωνούντων ναυτιλίας ἐπίστασθαι ἄρχειν τίς ποιεῖ τέχνη;