[196ξ]
Σωκράτης
οὐδὲν οὐδ᾽ ἐμοὶ δοκεῖ, ὦ Λάχης: ἀλλ᾽ ὁρῶμεν μὴ Νικίας οἴεταί τι λέγειν καὶ οὐ λόγου ἕνεκα ταῦτα λέγει. αὐτοῦ οὖν σαφέστερον πυθώμεθα τί ποτε νοεῖ: καὶ ἐάν τι φαίνηται λέγων, συγχωρησόμεθα, εἰ δὲ μή, διδάξομεν.Λάχης
σὺ τοίνυν, ὦ Σώκρατες, εἰ βούλει πυνθάνεσθαι, πυνθάνου: ἐγὼ δ᾽ ἴσως ἱκανῶς πέπυσμαι.Σωκράτης
ἀλλ᾽ οὐδέν με κωλύει: κοινὴ γὰρ ἔσται ἡ πύστις ὑπὲρ ἐμοῦ τε καὶ σοῦ.Λάχης
πάνυ μὲν οὖν.Σωκράτης
λέγε δή μοι, ὦ Νικία—μᾶλλον δ᾽ ἡμῖν: κοινούμεθα