[287β]
παραδοῦναι ἀνθρώπων τῷ ἐθέλοντι μανθάνειν;
εἶτ᾽, ἔφη, ὦ Σώκρατες, ὁ Διονυσόδωρος ὑπολαβών, οὕτως εἶ Κρόνος, ὥστε ἃ τὸ πρῶτον εἴπομεν νῦν ἀναμιμνῄσκῃ, καὶ εἴ τι πέρυσιν εἶπον, νῦν ἀναμνησθήσῃ, τοῖς δ᾽ ἐν τῷ παρόντι λεγομένοις οὐχ ἕξεις ὅτι χρῇ;
καὶ γάρ, ἔφην ἐγώ, χαλεποί εἰσιν πάνυ—εἰκότως: παρὰ σοφῶν γὰρ λέγονται—ἐπεὶ καὶ τούτῳ τῷ τελευταίῳ παγχάλεπον χρήσασθαί ἐστιν, ᾧ λέγεις. τὸ γὰρ ‘οὐκ ἔχω ὅτι χρῶμαι’ τί ποτε λέγεις, ὦ Διονυσόδωρε; ἢ δῆλον ὅτι ὡς