[307β]
ἕκαστον τὸ ἔργον οὐ καταγελάστους ὁρᾷς;
Κρίτων
ναὶ μὰ τὸν Δία, καὶ μάλα ἀληθῆ λέγεις.
Σωκράτης
ἦ οὖν τούτου ἕνεκα αὐτός τε φεύξῃ πάντα τὰ ἐπιτηδεύματα καὶ τῷ ὑεῖ οὐκ ἐπιτρέψεις;
Κρίτων
οὔκουν δίκαιόν γε, ὦ Σώκρατες.
Σωκράτης
μὴ τοίνυν ὅ γε οὐ χρὴ ποίει, ὦ Κρίτων, ἀλλ᾽ ἐάσας χαίρειν τοὺς ἐπιτηδεύοντας φιλοσοφίαν, εἴτε χρηστοί εἰσιν εἴτε πονηροί, αὐτὸ τὸ πρᾶγμα βασανίσας καλῶς τε καὶ εὖ,