[312ξ]
θεραπεῦσαι ἀνδρί, ὡς φῄς, σοφιστῇ: ὅτι δέ ποτε ὁ σοφιστής ἐστιν, θαυμάζοιμ᾽ ἂν εἰ οἶσθα. καίτοι εἰ τοῦτ᾽ ἀγνοεῖς, οὐδὲ ὅτῳ παραδίδως τὴν ψυχὴν οἶσθα, οὔτ᾽ εἰ ἀγαθῷ οὔτ᾽ εἰ κακῷ πράγματι.
λέγε δή, τί ἡγῇ εἶναι τὸν σοφιστήν;
ἐγὼ μέν, ἦ δ᾽ ὅς, ὥσπερ τοὔνομα λέγει, τοῦτον εἶναι τὸν τῶν σοφῶν ἐπιστήμονα.
οὐκοῦν, ἦν δ᾽ ἐγώ, τοῦτο μὲν ἔξεστι λέγειν καὶ περὶ ζωγράφων καὶ περὶ τεκτόνων, ὅτι οὗτοί εἰσιν οἱ τῶν σοφῶν ἐπιστήμονες: ἀλλ᾽