[973β]
γὰρ ἄλλα, ὥς φαμεν, ἅπαντα διεξήλθομεν ὅσα ἦν περὶ νόμων θέσιν: ὃ δὲ μέγιστον εὑρεῖν τε καὶ εἰπεῖν, τί ποτε μαθὼν θνητὸς ἄνθρωπος σοφὸς ἂν εἴη, τοῦτο οὔτε εἴπομεν οὔτε ηὕρομεν, νῦν τε πειρώμεθα τοῦτο μὴ καταλιπεῖν: σχεδὸν γὰρ ἀτελὲς ἂν πράξαιμεν οὗ χάριν ἅπαντες ὡρμήσαμεν, ὡς φανερὰ ποιήσοντες ἐξ ἀρχῆς μέχρι τέλους.Ἀθηναῖος
ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ.
ὦ φίλε Κλεινία, καλῶς μὲν λέγεις, ἄτοπον μὴν ἀκούσεσθαί σε λόγον οἶμαι, καί τινα τρόπον οὐκ ἄτοπον αὖ.