[981α]
εἰ δ᾽ ἔχει τοῦτο οὕτως, τό γε πρῶτον ἡμῖν τοῦ πρώτου τῆς γενέσεως πιθανώτερον ἂν εἴη σχεδὸν ὑπηργμένον: καὶ θῶμεν δὴ τὴν ἀρχὴν τῆς ἀρχῆς εὐσχημονέστερον ἔχειν, καὶ τῶν μεγίστων σοφίας περὶ θεῶν γενέσεως ὀρθότατα ἐπιβαίνειν ἡμᾶς.Κλεινίας
ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα.Ἀθηναῖος
φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν;Κλεινίας
ὀρθῶς.
ἔστω ταῦτα εἰς δύναμιν λεγόμενα.Ἀθηναῖος
φέρε δή, ζῷόν γε ἀληθέστατα λέγεσθαι κατὰ φύσιν φῶμεν τοῦτό γε, ὅταν μία συνελθοῦσα σύστασις ψυχῆς καὶ σώματος ἀποτέκῃ μίαν μορφήν;Κλεινίας
ὀρθῶς.