Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[11]
ἀτάρ, ἔφη, πότερά σε τάττειν μόνον ἐδίδαξεν, ἢ καὶ ὅπῃ καὶ ὅπως χρηστέον ἑκάστῳ τῶν ταγμάτων; οὐ πάνυ, ἔφη. καὶ μὴν πολλά γ᾽ ἐστὶ πρὸς ἃ οὔτε τάττειν οὔτε ἄγειν ὡσαύτως προσήκει. ἀλλὰ μὰ Δί᾽, ἔφη, οὐ διεσαφήνιζε ταῦτα. νὴ Δί᾽, ἔφη, πάλιν τοίνυν ἐλθὼν ἐπανερώτα: ἂν γὰρ ἐπίστηται καὶ μὴ ἀναιδὴς ᾖ, αἰσχυνεῖται ἀργύριον εἰληφὼς ἐνδεᾶ σε ἀποπέμψασθαι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.