This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[37]
πάντως δήπου, ἔφη. δοκεῖ οὖν σοι δυνατὸν εἶναι δημοκρατίαν εἰδέναι μὴ εἰδότα δῆμον; μὰ Δί᾽ οὐκ ἔμοιγε. καὶ δῆμον ἄρ᾽ οἶσθα τί ἐστιν; οἶμαι ἔγωγε. καὶ τί νομίζεις δῆμον εἶναι; τοὺς πένητας τῶν πολιτῶν ἔγωγε. καὶ τοὺς πένητας ἄρα οἶσθα; πῶς γὰρ οὔ; ἆρ᾽ οὖν καὶ τοὺς πλουσίους οἶσθα; οὐδέν γε ἧττον ἢ καὶ τοὺς πένητας. ποίους δὲ πένητας καὶ ποίους πλουσίους καλεῖς; τοὺς μέν, οἶμαι, μὴ ἱκανὰ ἔχοντας εἰς ἃ δεῖ τελεῖν πένητας, τοὺς δὲ πλείω τῶν ἱκανῶν πλουσίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.