[2]
καὶ μὴν μετεῖχε μὲν ἥδιστα παιδικῶν λόγων, συνεσπούδαζε δὲ πᾶν ὅ τι δέοι φίλοις. διὰ δὲ τὸ εὔελπις καὶ εὔθυμος καὶ ἀεὶ ἱλαρὸς εἶναι πολλοὺς ἐποίει μὴ τοῦ διαπράξασθαί τι μόνον ἕνεκα πλησιάζειν, ἀλλὰ καὶ τοῦ ἥδιον διημερεύειν. ἥκιστα δ᾽ ὢν οἷος μεγαληγορεῖν ὅμως τῶν ἐπαινούντων αὑτοὺς οὐ βαρέως ἤκουεν, ἡγούμενος βλάπτειν οὐδὲν αὐτούς, ὑπισχνεῖσθαι δὲ ἄνδρας ἀγαθοὺς ἔσεσθαι.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.