previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] μὲν τοσαῦτα εἶπεν, δὲ παῖς ἀντέλεξεν: ‘ὅτι μέν, πάτερ, ἐναντιώτατα εἶπας ἀλλήλοις, οὐ θαυμάζω: προεῖπας γὰρ ἐρεῖν ὑπερβολὰς ἑκατέρων. ἐγὼ δὲ οὐ κτενῶ μὲν ἄνδρας τοσούτους, νέμεσίν τε θεοῦ φυλασσόμενος καὶ φθόνον ἀνθρώπων αἰδούμενος, καὶ τὰ ἔθνη τὰς ἐς ἀλλήλους ἐλπίδας οὐκ ἀφαιρήσομαι δι᾽ ἀνηκέστου κακοῦ. περὶ δὲ τῆς ἀφέσεως οὐδ᾽ αὐτῷ μέν μοι δοκεῖ, Ῥωμαίων πολλὰ καὶ δεινὰ δεδρακότων ἡμᾶς, καὶ χωρία καὶ πόλεις ἡμετέρας ἔτι νῦν ἐχόντων, τούσδε τοὺς εἰλημμένους ἀπολύειν παντὸς ἀπαθεῖς. οὐ ποιήσω: ἐμπληξία γὰρ ἄλογος φιλανθρωπία. ἐπισκόπει δέ, παρεὶς ἐμέ, καὶ τὸ τῶν Σαυνιτῶν: ὧν παῖδες καὶ πατέρες καὶ ἀδελφοὶ τεθνᾶσιν ὑπὸ Ῥωμαίων, καὶ κτήματα καὶ χρήματα ἀφῃρημένοι χρῄζουσι παραμυθίας: φύσει δὲ γαῦρον νενικηκώς, καὶ τὰ κέρδη περιβλέπονται. τίς οὖν ἀνέξεταί μου τούσδε μὴ κτείνειν μηδὲ πωλεῖν μηδὲ ζημιοῦν, ἀλλ᾽ ὡς εὐεργέτας ἀπαθεῖς προπέμπειν; διὰ μὲν δὴ ταῦτα παρῶμεν τὰς ὑπερβολάς, ἐπεὶ τῆς μὲν οὐ κύριος ἐγώ, τῆς δ᾽ ἀπανθρωποτέρας οὐκ ἀνέχομαι: ὡς δ᾽ ἂν καὶ Ῥωμαίων τι τοῦ φρονήματος περιέλοιμι καὶ τὰ πρὸς τοὺς ἄλλους ἀδιάβλητος εἴην, ὅπλα μὲν αὐτούς, οἷς ἐχρήσαντο ἀεὶ καθ᾽ ἡμῶν, ἀφαιρήσομαι καὶ χρήματα ῾καὶ γὰρ ταῦτα ἔχουσι παρ᾽ ἡμῶν̓, ἐκπέμψω δ᾽ ὑπὸ ζυγὸν σώους, τινὶ αἰσχύνῃ καὶ αὐτοὶ κατ᾽ ἄλλων ἐχρήσαντο, καὶ εἰρήνην εἶναι τοῖς ἔθνεσι συνθήσομαι, τῶν τε ἱππέων ἐπιλέξομαι τοὺς ἐπιφανεστάτους ὅμηρα τῶνδε τῶν συνθηκῶν, ἕως ἅπας δῆμος ἐπιψηφίσῃ. καὶ τάδε ποιῶν ἡγοῦμαι νενικηκότος τε ἔργα ποιήσειν καὶ φιλανθρώπου, Ῥωμαίους τε ἀγαπήσειν ὅσα καὶ αὐτοί, φάσκοντες ἀρετῆς ἀντιποιεῖσθαι, πολλάκις ἐς ἄλλους ἔδρασαν.’


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: