previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ὅτι Πύρρος βασιλεὺς τῆς Ἠπείρου, νικήσας τοὺς Ῥωμαίους καὶ ἀναλαβεῖν χρῄζων τὴν στρατιὰν ἐκ μάχης εὐτόνου, καὶ Ῥωμαίους ἐλπίζων ἐς διαλύσεις τότε μάλιστα ἐνδώσειν, ἔπεμπεν ἐς Ῥώμην Κινέαν τὸν Θεσσαλόν, δόξαν ἐπὶ λόγοις ἔχοντα μιμεῖσθαι τὴν Δημοσθένους ἀρετήν. καὶ παρελθὼν Κινέας ἐς τὸ βουλευτήριον ἄλλα τε πολλὰ περὶ τοῦ βασιλέως ἐσεμνολόγει, καὶ τὴν ἐπὶ τῷ ἀγῶνι μετριοπάθειαν κατελογίζετο, μήτ᾽ ἐπὶ τὴν πόλιν εὐθὺς ἐλάσαντος μήτ᾽ ἐπὶ τὸ ἡσσημένον στρατόπεδον: ἐδίδου δ᾽ αὐτοῖς εἰρήνην καὶ φιλίαν καὶ συμμαχίαν πρὸς Πύρρον, εἰ Ταραντίνους μὲν ἐς ταῦτα συμπεριλάβοιεν, τοὺς δ᾽ ἄλλους Ἕλληνας τοὺς ἐν Ἰταλίᾳ κατοικοῦντας ἐλευθέρους καὶ αὐτονόμους ἐῷεν, Λευκανοῖς δὲ καὶ Σαυνίταις καὶ Δαυνίοις καὶ Βρεττίοις ἀποδοῖεν ὅσα αὐτῶν ἔχουσι πολέμῳ λαβόντες. καὶ γιγνομένων ἔφη τούτων Πύρρον ἀποδώσειν αὐτοῖς τοὺς αἰχμαλώτους ἄνευ λύτρων.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: