previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τίς στάσις ἰδιώτου καὶ φιλοσόφου.

πρώτη διαφορὰ ἰδιώτου καὶ φιλοσόφου: μὲν λέγειοὐαί μοι διὰ τὸ παιδάριον, διὰ τὸν ἀδελφόν, οὐαὶ διὰ τὸν πατέρα,’ δ᾽, ἄν ποτ᾽ εἰπεῖν ἀναγκασθῇ, ‘οὐαί μοι[2] ἐπιστήσας λέγειδι᾽ ἐμέ.’ προαίρεσιν γὰρ οὐδὲν δύναται κωλῦσαι βλάψαι ἀπροαίρετον εἰ μὴ αὐτὴ ἑαυτήν. [3] ἂν οὖν ἐπὶ τοῦτο ῥέψωμεν καὶ αὐτοί, ὥσθ᾽ ὅταν δυσοδῶμεν, αὑτοὺς αἰτιᾶσθαι καὶ μεμνῆσθαι, ὅτι οὐδὲν ἄλλο ταραχῆς ἀκαταστασίας αἴτιόν ἐστιν δόγμα, ὀμνύω ὑμῖν πάντας θεούς, ὅτι προεκόψ [4] αμεν. νῦν δ᾽ ἄλλην ὁδὸν ἐξ ἀρχῆς ἐληλύθαμεν. εὐθὺς ἔτι παίδων ἡμῶν ὄντων τιτθή, εἴ ποτε προσεπταίσαμεν χάσκοντες, οὐχὶ ἡμῖν ἐπέπλησσεν, ἀλλὰ τὸν λίθον ἔτυπτεν. τί γὰρ ἐποίησεν λίθος; διὰ τὴν τοῦ παιδίου σου μωρίαν ἔδει μεταβῆναι αὐτόν; [5] πάλιν ἂν μὴ εὕρωμεν φαγεῖν ἐκ βαλανείου, οὐδέποθ᾽ ἡμῶν καταστέλλει τὴν ἐπιθυμίαν παιδαγωγός, ἀλλὰ δέρει τὸν μάγειρον. ἄνθρωπε, μὴ γὰρ ἐκείνου σε παιδαγωγὸν κατεστήσαμεν; ἀλλὰ τοῦ παιδίου ἡμῶν: τοῦτο ἐπανόρθου, τοῦτο ὠφέλει. [6] οὕτως καὶ αὐξηθέντες φαινόμεθα παιδία. παῖς γὰρ ἐν μουσικοῖς ἄμουσος, ἐν γραμματικοῖς ἀγράμματικος, ἐν βίῳ ἀπαίδευτος.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Thomas Wentworth Higginson, 1890)
load focus English (George Long, 1890)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: