previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτοῦ δὲ δὴ πάλιν ἀναμνηστέον ἡμῖν τοῦ τέλους, οὗπερ ἕνεκα τοσαῦτά τε καὶ τοιαῦτα τῇ φύσει δεδημιούργηται μόρια. τὸ μὲν οὖν ὄνομα τοῦ πράγματος, ὥσπερ καὶ πρότερον εἴρηται, θρέψις: δὲ κατὰ τοὔνομα λόγος ὁμοίωσις τοῦ τρέφοντος τῷ τρεφομένῳ. ἵνα δ᾽ αὕτη γένηται, προηγήσασθαι χρὴ πρόσφυσιν, ἵνα δ᾽ ἐκείνη, πρόσθεσιν. ἐπειδὰν γὰρ ἐκπέσῃ τῶν ἀγγείων μέλλων θρέψειν ὁτιοῦν τῶν τοῦ ζῴου μορίων χυμός, εἰς ἅπαν αὐτὸ διασπείρεται πρῶτον, ἔπειτα προστίθεται κἄπειτα προσφύεται καὶ τελέως ὁμοιοῦται.

[p. 40] δηλοῦσι δ᾽ αἱ καλούμεναι λεῦκαι τὴν διαφορὰν ὁμοιώσεώς τε καὶ προσφύσεως, ὥσπερ τὸ γένος ἐκεῖνο τῶν ὑδέρων, τινες ὀνομάζουσιν ἀνὰ σάρκα, διορίζει σαφῶς πρόσθεσιν προσφύσεως. οὐ γὰρ ἐνδείᾳ δήπου τῆς ἐπιρρεούσης ὑγρότητος, ὡς ἔνιαι τῶν ἀτροφιῶν τε καὶ φθίσεων, τοῦ [p. 25] τοιούτου γένεσις ὑδέρου συντελεῖται. φαίνεται γὰρ ἱκανῶς τε σὰρξ ὑγρὰ καὶ διάβροχος ἕκαστόν τε τῶν στερεῶν τοῦ σώματος μορίων ὡσαύτως διακείμενον. ἀλλὰ πρόσθεσις μέν τις γίγνεται τῆς ἐπιφερομένης τροφῆς, ἅτε δ᾽ ὑδατωδεστέρας οὔσης ἔτι καὶ μὴ πάνυ τι κεχυμωμένης μηδὲ τὸ γλίσχρον ἐκεῖνο καὶ κολλῶδες, δὴ τῆς ἐμφύτου θερμασίας οἰκονομίᾳ προσγίγνεται, κεκτημένης πρόσφυσις ἀδύνατός ἐστιν ἐπιτελεῖσθαι πλήθει λεπτῆς ὑγρότητος ἀπέπτου διαρρεούσης τε καὶ Ρ῾ᾳδίως ὀλισθαινούσης ἀπὸ τῶν στερεῶν τοῦ σωματος μορίων τῆς τροφῆς. ἐν δὲ ταῖς λεύκαις πρόσφυσις μέν τις γίγνεται τῆς τροφῆς, οὐ μὴν ἐξομοίωσίς γε. καὶ δῆλον ἐν τῷδε τὸ μικρῷ πρόσθεν Ρ῾ηθὲν ὡς ὀρθῶς ἐλέγετο τὸ δεῖν πρόσθεσιν μὲν πρῶτον, ἐφεξῆς δὲ πρόσφύσιν, ἔπειτ᾽ ἐξομοίωσιν γενέσθαι τῷ μέλλοντι τρέφεσθαι.

κυρίως μὲν οὖν τὸ τρέφον ἤδη τροφή, τὸ δ᾽ οἷον μὲν τροφή, οὔπω δὲ τρέφον, ὁποῖόν ἐστι τὸ προσφυόμενον προστιθέμενον, τροφὴ μὲν οὐ [p. 42] κυρίως, ὁμωνύμως δὲ τροφή: τὸ δ᾽ ἐν ταῖς φλεψὶν [p. 26] ἔτι περιεχόμενον καὶ τούτου μᾶλλον ἔτι τὸ κατὰ τὴν γαστέρα τῷ μέλλειν ποτὲ θρέψειν, εἰ καλῶς κατεργασθείη, κέκληται τροφή. κατὰ ταὐτὰ δὲ καὶ τῶν ἐδεσμάτων ἕκαστον τροφὴν ὀνομάζομεν οὔτε τῷ τρέφειν ἤδη τὸ ζῷον οὔτε τῷ τοιοῦτον ὑπάρχειν οἷον τὸ τρέφον, ἀλλὰ τῷ δύνασθαί τε καὶ μέλλειν τρέφειν, εἰ καλῶς κατεργασθείη.

τοῦτο γὰρ ἦν καὶ τὸ πρὸς Ἱπποκράτους λεγόμενον: "Τροφὴ δὲ τὸ τρέφον, τροφὴ καὶ τὸ οἷον τροφὴ καὶ τὸ μέλλον." τὸ μὲν γὰρ ὁμοιούενον ἤδη τροφὴν ὠνόμασε, τὸ δ᾽ οἷον μὲν ἐκεῖνο προστιθέμενον προσφνόμενον οἷον τροφήν: τὸ δ᾽ ἄλλο πᾶν, ὅσον ἐν τῇ γαστρὶ καὶ ταῖς φλεψὶ περιέχεται, μέλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (A.J. Brock, 1916)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: