Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
Ἀντώνιος δὲ Λεπίδου μὲν οὐκ εἴασεν ἅψασθαι,
μεθ᾽ ἡμέραν δὲ τὸν στρατὸν ἔχων ἀπεπειρᾶτο τοῦ
ποταμοῦ. καὶ πρῶτος αὐτὸς ἐμβὰς ἐπορεύετο
πρὸς τὴν ἀντιπέρας ὄχθην, ὁρῶν ἤδη πολλοὺς
τῶν Λεπίδου στρατιωτῶν τάς τε χεῖρας ὀρέγοντας
αὐτῷ καὶ τὸν χάρακα διασπῶντας. εἰσελθὼν δὲ
καὶ κρατήσας ἁπάντων ἡμερώτατα Λεπίδῳ προσηνέχθη.
πατέρα γὰρ προσηγόρευσεν αὐτὸν
ἀσπασάμενος: καὶ τῷ μὲν ἔργῳ πάντων αὐτὸς
ἦν κύριος, ἐκείνῳ δ᾽ ὄνομα καὶ τιμὴν αὐτοκράτορος
διετέλει φυλάττων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.