Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιούτῳ δ᾽ οὖν ὄντι τὴν φύσιν Ἀντωνίῳ
τελευταῖον κακὸν ὁ Κλεοπάτρας ἔρως ἐπιγενόμενος,
καὶ πολλὰ τῶν ἔτι κρυπτομένων ἐν αὐτῷ
καὶ ἀτρεμούντων παθῶν ἐγείρας καὶ ἀναβακχεύσας,
εἴ τι χρηστὸν ἢ σωτήριον ὅμως ἀντεῖχεν,
ἠφάνισε καὶ προσδιέφθειρεν. ἁλίσκεται δὲ τοῦτον
τὸν τρόπον. ἁπτόμενος τοῦ Παρθικοῦ πολέμου
ἔπεμψε πρὸς αὐτήν, κελεύων εἰς Κιλικίαν
ἀπαντῆσαι λόγον ὑφέξουσαν ὧν ἐνεκαλεῖτο τοῖς
περὶ Κάσσιον δοῦναι πολλὰ καὶ συμβαλέσθαι
πρὸς τὸν πόλεμον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.