Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ἐνίοις δὲ
τῶν βασιλέων καὶ σκώμματα παρέσχεν ἐπικλήσεις,
ὡς Ἀντιγόνῳ τὸν Δώσωνα καὶ Πτολεμαίῳ
τὸν Λάθυρον. ἐπὶ πλέον δὲ τῷ γένει τούτῳ
καὶ Ῥωμαῖοι κέχρηνται, Διαδήματόν τινα τῶν
Μετέλλων καλέσαντες, ὅτι πολὺν χρόνον ἕλκος
ἔχων περιενόστει διαδεδεμένος1 τὸ μέτωπον,
ἕτερον δὲ Κέλερα σπεύσαντα μεθ᾽ ἡμέρας ὀλίγας τῆς τοῦ πατρὸς τελευτῆς ἐπιταφίους μονομάχων ἀγῶνας παρασχεῖν, τὸ τάχος καὶ τὴν ὀξύτητα τῆς παρασκευῆς θαυμάσαντες.
1 διαδεδεμένος with Ma: περιδεδεμένος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.