Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[5]
ταῦτα τῆς Οὐαλερίας εἰπούσης ἀνεβόησαν αἱ λοιπαὶ γυναῖκες, ἠμείψατο δὲ ἡ Οὐολουμνία: ‘καὶ
τῶν κοινῶν ἡμῖν συμφορῶν, ὦ γυναῖκες, ἴσον μέτεστι, καὶ ἰδίᾳ πράττομεν κακῶς ἀπολέσασαι τὴν Μαρκίου δόξαν καὶ ἀρετήν, τὸ σῶμα δ᾽ αὐτοῦ τοῖς τῶν πολεμίων ὅπλοις φρουρουμενον μᾶλλον ἡ σῳζόμενον ἐφορῶσαι. μέγιστον δ᾽ ἡμῖν τῶν ἀτυχημάτων ἐστίν, εἰ τὰ τῆς πατρίδος οὕτως ἐξησθένηκεν ὥστ᾽ ἐν ἡμῖν ἔχειν τὰς ἐλπίδας,
’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.