Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ταῦτα δ᾽ ὑπέτεινεν αὐτοῖς ἀπάτην ἐπὶ τῇ διαβάσει τεχνάζων, καὶ συνετέχναζον οἱ τῶν Ῥηγίνων στρατηγοὶ, πάντες ἐπιθυμοῦντες ἐν Κορινθίοις τὰ πράγματα τῶν Σικελιωτῶν γενέσθαι, καὶ φοβούμενοι τὴν τῶν βαρβάρων γειτνίασιν.
διὸ συνῆγον ἐκκλησίαν καὶ τὰς πύλας ἀπέκλειον, ὡς μὴ πρὸς ἄλλο τι τρέπεσθαι τοὺς πολίτας, καὶ παρελθόντες εἰς τὸ πλῆθος ἐχρῶντο μήκει λόγων, ἕτερος ἑτέρῳ παραδιδοὺς τὴν αὐτὴν ὑπόθεσιν πρὸς οὐδὲν τέλος,
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.