Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ὁ δὲ
τῶν Καρχηδονίων ναύαρχος, ὡς οὐ προσεδόκα τοὺς Κορινθίους καὶ μάτην ᾤετο καθῆσθαι, πείσας αὐτὸς ἑαυτὸν νενοηκέναι τι τῶν σοφῶν καὶ πανούργων πρὸς ἀπάτην, στεφανώσασθαι τοὺς ναύτας κελεύσας καὶ κοσμήσας τὰς τριήρεις ἀσπίσιν Ἑλληνικαῖς καὶ φοινικίσιν, ἔπλει πρὸς τὰς Συρακούσας.
καὶ παρὰ τὴν ἀκρόπολιν χρώμενος ῥοθίῳ μετὰ κρότου καὶ γέλωτος ἐβόα τοὺς Κορινθίους ἥκειν νενικηκὼς καὶ κεχειρωμένος, ἐν τῇ θαλάττῃ λαβὼν διαπλέοντας, ὡς δή τινα δυσθυμίαν τοῖς πολιορκουμένοις παρέξων.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.