Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[6]
ὁ δὲ Κρασσίνιος ἐκτείνας τὴν δεξιὰν καὶ
μέγα βοήσας, ‘νικήσομεν,’ ἔφη, ‘λαμπρῶς, ὦ Καῖσαρ ἐμὲ δὲ ἢ ζῶντα τήμερον ἢ τεθνηκότα
ἐπαινέσεις.’ ταῦτα εἰπὼν πρῶτος ἐμβάλλει τοῖς [p. 550]
πολεμίοις δρόμῳ, συνεπισπασάμενος τοὺς περὶ ἑαυτὸν ἑκατὸν καὶ εἴκοσι
στρατιώτας, διακόψας δὲ τοὺς πρώτους καὶ πρόσω χωρῶν φόνῳ πολλῷ καὶ
βιαζόμενος ἀνακόπτεται ξίφει πληγεὶς διὰ τοῦ στόματος, ὥστε καὶ τὴν
αἰχμὴν ὑπὲρ τὸ ἰνίον ἀνασχεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.