previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐπεὶ δ᾽ ὥσπερ εἴρηται καὶ τὸ τῆς ἡδονῆς κοινόν ἐστι χαίρει γὰρ οὐχ ἧττον τοῖς φίλοις χρηστὸς τοῖς κόλαξιν φαῦλος; , φέρε καὶ τοῦτο διορίσωμεν. ἔστι δὲ διορισμὸς πρὸς τὸ τέλος ἀναφορὰ τῆς ἡδονῆς. σκόπει δ᾽ οὕτως. ἔνεστι μέν που τῷ μύρῳ τὸ εὐῶδες, ἔνεστι δ᾽ ἐν ἀντιδότῳ. διαφέρει δ᾽ ὅτι τοῦτο μὲν πρὸς ἡδονὴν καὶ πρὸς οὐδὲν ἕτερον γέγονεν, ἐκεῖ δὲ τὸ καθαῖρον τὸ θερμαῖνον τὸ σαρκοῦν τῆς δυνάμεως ἄλλως εὐῶδές ἐστι. πάλιν οἱ γραφεῖς ἀνθηρὰ. χρώματα καὶ βάμματα μιγνύουσιν, ἔστι δὲ καὶ τῶν ἰατρικῶν φαρμάκων ἔνια τὴν ὄψιν ἀνθηρὰ καὶ τὴν χρόαν οὐκ ἀπάνθρωπον ἔχοντα. τί τοίνυν διαφέρει; 1 δῆλον ὅτι τῷ τέλει τῆς χρείας διακρινοῦμεν. οὐκοῦν ὁμοίως αἱ μὲν τῶν φίλων χάριτες ἐπὶ καλῷ τινι καὶ ὠφελίμῳ τὸ εὐφραῖνον ὥσπερ ἐπανθοῦν ἔχουσιν, ἔστι δ᾽ ὅτε καὶ παιδιᾷ καὶ τραπέζῃ καὶ οἴνῳ καὶ νὴ Δία γέλωτι καὶ φλυάρῳ πρὸς ἀλλήλους οἷον ἡδύσμασιν ἐχρήσαντο τῶν καλῶν καὶ σπουδαίων. πρὸς δὴ καὶ λέλεκται τὸ
μύθοισιν τέρποντο πρὸς ἀλλήλους ἐνέποντες
2
καὶ τὸ οὐδέ κεν ἄλλο 3 ἄμμε διέκρινεν φιλέοντέ τε τερπομένω τε [p. 133] τοῦ δὲ κόλακος τοῦτ᾽ ἔργον ἐστὶ καὶ τέλος, ἀεί τινα παιδιὰν πρᾶξιν λόγον ἐφ᾽ ἡδονῇ καὶ πρὸς ἡδονὴν ὀψοποιεῖν καὶ καρυκεύειν. συνελόντι δ᾽ εἰπεῖν μὲν ἵν᾽ ἡδὺς πάντα δεῖν οἴεται ποιεῖν, δ̓ ἀεὶ ποιῶν δεῖ πολλάκις μὲν ἡδὺς πολλάκις δ᾽ ἀηδής ἐστιν, οὐ τοῦτο βουλόμενος, εἰ δὲ βέλτιον εἴη, μηδὲ τοῦτο φεύγων. ὥσπερ γὰρ ἰατρός, ἂν συμφέρῃ, κρόκον 4 νάρδον ἐπέβαλε καὶ νὴ Δία πολλάκις ἔλουσε προσηνῶς καὶ ἔθρεψε φιλανθρώπως, ἔστι δ᾽ ὅπου ταῦτ᾽ ἐάσας καστόριον ἐνέσεισεν
πόλιον βαρύοσμον δὴ ῥίγιστον ὄδωδεν
5
ὅτε σὺν ἐπαἱνῳ καὶ χάριτι μεγαλύνων καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος
Τεῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν,
βάλλ᾽ οὕτω
τινα ἐλλέβορον ἐκπιεῖν τρίψας ἠνάγκασεν, οὔτ᾽ ἐνταῦθα τὸ ἀηδὲς οὔτ᾽ ἐκεῖ τὸ ἡδὺ ποιούμενος τέλος ἀλλ᾽ ἐφ᾽ ἓν δι᾽ ἀμφοτέρων ἐπὶ τὸ συμφέρον ἄγων τὸν θεραπευόμενον, οὕτως φίλος ἔστι μὲν ὅτε σὺν ἐπαίνῳ καὶ χάριτι μεγαλύνων 6 καὶ εὐφραίνων ἄγει πρὸς τὸ καλόν, ὥσπερ οὗτος καὶ
Τ̔εῦκρε, φίλη κεφαλή, Τελαμώνιε, κοίρανε λαῶν, βάλλ᾽ οὕτω᾽
7
πῶς ἂν ἔπειτ᾽ Ὀδυσῆος ἐγὼ θείοιο λαθοίμην;
8
ὅπου δ᾽ αὖ πάλιν ἐπιστροφῆς δεῖται, λόγῳ δήκτῃ καὶ παρρησίᾳ κηδεμονικῇ καθαπτόμενος
ἀφραίνεις, Μενέλαε διοτρεφές, οὐδὲ τί σε χρὴ
9 ταύτης ἀφροσύνης
ἔστι δ᾽ ὅπου καὶ τὸ ἔργον ἅμα τῷ λόγῳ συνῆψεν, ὡς Μενέδημος Ἀσκληπιάδου τοῦ φίλου τὸν υἱὸν [p. 134] ἄσωτον ὄντα καὶ ἄτακτον ἀποκλείων καὶ μὴ προσαγορεύων ἐσωφρόνισε, καὶ Βάτωνι 10 τὴν σχολὴν ἀπεῖπεν Ἀρκεσίλαος, ὅτε πρὸς Κλεάνθην στίχον ἐποίησεν ἐν κωμῳδίᾳ, πείσαντος δὲ τὸν Κλεάνθην καὶ μεταμελομένου διηλλάγη. δεῖ γὰρ ὠφελοῦντα λυπεῖν τὸν φίλον, οὐ δεῖ δὲ λυποῦντα τὴν φιλίαν ἀναιρεῖν, ἀλλ᾽ ὡς φαρμάκῳ τῷ δάκνοντι χρῆσθαι, σῴζοντι καὶ φυλάττοντι τὸ θεραπευόμενον. ὅθεν ὥσπερ ἁρμονικὸς φίλος τῇ πρὸς τὸ καλὸν καὶ συμφέρον μεταβολῇ τὰ μὲν ἐνδιδοὺς δ᾽ ἐπιτείνων πολλάκις μὲν ἡδὺς ἀεὶ δ᾽ ὠφέλιμός ἐστι. δὲ κόλαξ ἀφ᾽ ἑνὸς διαγράμματος ἀεὶ τὸ ἡδὺ καὶ τὸ πρὸς χάριν εἰωθὼς ὑποκρέκειν οὔτ᾽ ἔργον οἶδεν ἀντιτεῖνον οὔτε ῥῆμα λυποῦν, ἀλλὰ μόνῳ παρέπεται τῷ βουλομένῳ, συνᾴδων ἀεὶ καὶ συμφθεγγόμενος ὥσπερ οὖν τὸν Ἀγησίλαον Ξενοφῶν ἡδέως ἐπαινεῖσθαί φησιν ὑπὸ τῶν καὶ ψέγειν ἐθελόντων, οὕτω δεῖ τὸ εὐφραῖνον καὶ χαριζόμενον ἡγεῖσθαι φιλικόν, ἂν καὶ λυπεῖν ποτε δύνηται καὶ ἀντιτείνειν, τὴν δὲ συνεχῆ ταῖς ἡδοναῖς καὶ τὸ πρὸς; χάριν ἔχουσαν ἄκρατον ἀεὶ καὶ ἄδηκτον ὁμιλίαν ὑπονοεῖν, καὶ νὴ Δία τὸ τοῦ Λάκωνος ἔχειν πρόχειρον, ὃς ἐπαινουμένου Χαρίλλου τοῦ βασιλέωςπῶς: οὗτοςἔφηχρηστός, ὃς,: οὐδὲ τοῖς πονηροῖς πικρός ἐστι;

1 R:

2 Homer. Λ 643

3 id. δ 178

4 Duebnerus: καὶ

5 Nicander Ther. 64

6 μεγαλύνων H: μεγαλύνων ἀεὶ

7 Homer, Θ 281

8 id. K 243

9 id. H 109

10 Βάτωνι Meinekius: βάτῳ

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: