previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἔτι τοίνυν μὲν Θουκυδίδης 1 φησὶνὅστις ἐπὶ μεγίστοις τὸ ἐπίφθονον λαμβάνει, ὀρθῶς [p. 176] βουλεύεται:’ τῷ δὲ φίλῳ προσήκει τὸ ἐκ τοῦ νουθετεῖν ἐπαχθὲς ὑπὲρ μεγάλων ἀναδέχεσθαι καὶ σφόδρα διαφερόντων. ἂν δ᾽ ἐπὶ πᾶσι καὶ πρὸς πάντα δυσκολαίνῃ καὶ μὴ φιλικῶς ἀλλὰ παιδαγωγικῶς προσφέρηται τοῖς συνήθεσιν, ἀμβλὺς ἐν τοῖς μεγίστοις νουθετῶν ἔσται καὶ ἄπρακτος, ὥσπερ ἰατρὸς δριμὺ φάρμακον πικρὸν ἀναγκαῖον δὲ καὶ πολυτελὲς εἰς πολλὰ καὶ μικρὰ καὶ οὐκ ἀναγκαῖα διελὼν τῇ παρρησίᾳ κατακεχρημένος. αὐτὸς μὲν οὖν σφόδρα φυλάξεται τὸ συνεχὲς καὶ φιλαίτιον: 2 ἑτέρου δὲ μικρολογουμένου περὶ πάντα καὶ παρασυκοφαντοῦντος ὥσπερ ἐνδόσιμον ἕξει πρὸς τὰ μείζονα τῶν ἁμαρτημάτων. καὶ γὰρ ἰατρὸς Φιλότιμος ἐμπύου τὸ ἧπαρ ἀνθρώπου δείξαντος αὐτῷ τὸν δάκτυλον ἡλκωμένονοὐκ ἔστι σοιεἶπεν τᾶν περὶ παρωνυχίας λόγος.’ οὐκοῦν καὶ τῷ φίλῳ δίδωσιν καιρὸς εἰπεῖν πρὸς τὸν ἐπὶ μικροῖς καὶ μηδενὸς ἀξίοις ἐγκαλοῦντατί παιδιὰς καὶ πότους καὶ φλυάρους λέγομεν; οὗτος, τᾶν, ἀποπεμψάσθω τὴν ἑταίραν παυσάσθω κυβεύων, καὶ τἄλλα θαυμαστὸς ἡμῖν ἄνθρωπός ἐστιν3 γὰρ εἰς τὰ μικρὰ συγγνώμην λαβὼν οὐκ ἀηδῶς εἰς τὰ μείζονα τῷ φίλῳ παρρησίαν δίδωσιν: δ᾽ ἐγκείμενος ἀεὶ καὶ πανταχοῦ πικρὸς καὶ ἀτερπὴς καὶ πάντα γιγνώσκων καὶ πολυπραγμονῶν οὐδὲ παισὶν ἀνεκτὸς οὐδ᾽ ἀδελφοῖς, ἀλλὰ καὶ δούλοις ἀφόρητος.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: