Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Μυρωνίδης παρήγγειλεν ἔξοδον Ἀθηναίοις ἐπὶ Βοιωτοὺς στρατεύων: ἐνστάσης δὲ τῆς ὥρας καὶ τῶν λοχαγῶν λεγόντων μηδέπω πάντας παρεῖναι, ‘πάρεισιν,’ εἶπεν, ‘οἱ μέλλοντες μάχεσθαι :’ καὶ χρησάμενος αὐτοῖς προθύμοις ἐνίκησε τοὺς πολεμίους.