Click on a word to bring up parses, dictionary entries, and frequency statistics
πρὸς δὲ τὸν θαυμάζοντα, δι᾽ ὅ τι τὸν γεγαμηκότα ἀπεῖρξε μὴ συγκοιμᾶσθαι τῇ γεγαμημένῃ, προσέταξε δὲ τὸ πλεῖστον τῆς ἡμέρας συνεῖναι τοῖς ἡλικιώταις καὶ τὰς νύκτας ὅλας συναναπαύεσθαι, τῇ δὲ νύμφῃ κρύφα καὶ μετ᾽ εὐλαβείας συνεῖναι, ‘ὅπως,’ ἔφη, ‘καὶ τοῖς σώμασιν ἰσχυροὶ ὦσι διακορεῖς μὴ γενόμενοι, καὶ τῷ φιλεῖν ἀεὶ καινοὶ ὑπάρχωσι καὶ τὰ ἔκγονα ἐρρωμενέστερα παρέχωσι.’